<!-- Pramāṇa, a library of Indian primary sources · https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.20 -->

[Pramāṇa](https://indike.org/pramana/) › [Foreign](https://indike.org/pramana/inf) › [Greek](https://indike.org/pramana/inf.gr) › [Hellenistic (323–31 BCE)](https://indike.org/pramana/inf.gr.hellenistic) › [Ἰνδικά](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes) › 20

# Ἰνδικά 20: Strabo XV, p. 687

Ἰνδικά 20

- **Language:** Ancient Greek

### [20](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.20)

Ἡμῖν δὲ τίς ἂν κικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος (sc. Contra Indos, de quibus expeditionibus narraverat Nearchus fr. 23); Συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ, κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστοριίαις· οὔτε γὰρ παρ’ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιὰν, οὔτ’ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι, πλὴν τῆς μεθ’ Ἡρακλέους καὶ Διονύσου, καὶ τῆς νῦν μετὰ Μακεδόνων. Καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα, Ἡρακλέους μᾶλλον, καὶ ἕως Στηλῶν ἐλάσαι· μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι· ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θράκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν. Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς Ἰνδικῆς δὲ μηδένα τούτων ἅψασθαι. Καὶ Σεμίραμιν δ’ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως. Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὕδρακας· ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλ’ ἐγγὺς ἐλθεῖν μόνον, ἡνίκα Κὐρος ἄλαυνεν ἐπὶ Μασσαγέτας. Καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετ’ ὀλίγων πιστὰ ἡγεῖται· τῶν δ’ ἄλλων οἱ πλείους, ὧν ἐστὶ καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν.

> See translation of Arrian.  
> — John Watson McCrindle 1877, Ancient India as Described by Megasthenês and Arrian

- [Previous: 19.2](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.19.2)
- [Next: 21](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.21)

## Translations (2)

- [Ancient India as Described by Megasthenês and Arrian](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes~en-mccrindle.20) — John Watson McCrindle 1877, English
- [Latin translation (Müller)](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes*fhg~la-muller.20) — Karl Müller, Latin

---
Source: [https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.20](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.20) · Pramāṇa
