<!-- Pramāṇa, a library of Indian primary sources · https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40.1 -->

[Pramāṇa](https://indike.org/pramana/) › [Foreign](https://indike.org/pramana/inf) › [Greek](https://indike.org/pramana/inf.gr) › [Hellenistic (323–31 BCE)](https://indike.org/pramana/inf.gr.hellenistic) › [Ἰνδικά](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes) › 40.1

# Ἰνδικά 40.1

Ἰνδικά 40.1

- **Language:** Ancient Greek

### [40.1](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40.1)

Περὶ δὲ τῶν φιλοσόφων λέγων (sc. Μεγασθένης) τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησιν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις αὐτοῖς φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν τοῦ Εὐφράτου, πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα. Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους. Τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν. \[Ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα \[τὰ\] περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου, πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλή· καὶ ἡ Μεσοποταμία ὅλη καὶ ἡ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας· τούτων δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.\] Ἄλλην δὲ διαίρεσιν ποιεῖται περὶ τῶν φιλοσόφων, δύο γένη φάσκων, ὧν τοὺς μὲν Βραχμᾶνας καλεῖ, τοὺς δὲ Σαρμάνας (codd. Γαρμᾶνας). Τοὺς μὲν οὖν Βραχμᾶνας εὐδοκιμεῖν μᾶλλον, μᾶλλον γὰρ καὶ ὁμολογεῖν ἐν τοῖς δόγμασιν· ἤδη δ’ εὐθὺς καὶ κυομένους ἔχειν ἐπιμελητὰς, λογίους ἄνδρας· οὓς προσιόντας λόγον μὲν ἐπᾴδειν δοκεῖν καὶ τὴν μητέρα καὶ τὸν κυόμενον εἰς εὐτεκνίαν· τὸ δ’ ἀληθὲς, σωφρονικάς τινας παραινέσεις καὶ ὑποθήκας διδόναι· τὰς δ’ ἥδιστα ἀκροωμένας, μᾶλλον εὐτέκνους εἶναι νομίζεσθαι. Μετὰ δὲ τὴν γένεσιν ἄλλους καὶ ἄλλους διαδέχεσθαι τὴν ἐπιμέλειαν, ἀεὶ τῆς μείζονος ἡλικίας χαριεστέρων τυγχανούσης διδασκάλων.

- [Previous: 39.2](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.39.2)
- [Next: 40.2](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40.2)
- [Up: 40](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40)

## Translations (1)

- [Latin translation (Müller)](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes*fhg~la-muller.40.1) — Karl Müller, Latin

---
Source: [https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40.1](https://indike.org/pramana/inf.gr.hellenistic.megasthenes.40.1) · Pramāṇa
