Γεωγραφικά 2.5
Γεωγραφικά 2.5
- Language
- Ancient Greek
2.5.12
μάλιστα δʼ οἱ νῦν ἄμεινον ἔχοιεν ἄν τι λέγειν περὶ τῶν κατὰ Βρεττανοὺς καὶ Γερμανοὺς καὶ τοὺς περὶ τὸν Ἴστρον τούς τε ἐντὸς καὶ τοὺς ἐκτὸς Γέτας τε καὶ Τυρεγέτας καὶ Βαστάρνας, ἔτι δὲ τοὺς περὶ τὸν Καύκασον, οἷον Ἀλβανοὺς καὶ Ἴβηρας. ἀπήγγελται δʼ ἡμῖν καὶ ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων, τῶν περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνόν, ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν· τῶν τε Ῥωμαίων καὶ εἰς τὴν εὐδαίμονα Ἀραβίαν ἐμβαλόντων μετὰ στρατιᾶς νεωστί, ἧς ἡγεῖτο ἀνὴρ φίλος ἡμῖν καὶ ἑταῖρος Αἴλιος Γάλλος, καὶ τῶν ἐκ τῆς Ἀλεξανδρείας ἐμπόρων στόλοις ἤδη πλεόντων διὰ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου μέχρι τῆς Ἰνδικῆς, πολὺ μᾶλλον καὶ ταῦτα ἔγνωσται τοῖς νῦν ἢ τοῖς πρὸ ἡμῶν. ὅτε γοῦν Γάλλος ἐπῆρχε τῆς Αἰγύπτου, συνόντες αὐτῷ καὶ συναναβάντες μέχρι Συήνης καὶ τῶν Αἰθιοπικῶν ὅρων ἱστοροῦμεν, ὅτι καὶ ἑκατὸν καὶ εἴκοσι νῆες πλέοιεν ἐκ Μυὸς ὅρμου πρὸς τὴν Ἰνδικήν, πρότερον ἐπὶ τῶν Πτολεμαϊκῶν βασιλέων ὀλίγων παντάπασι θαρρούντων πλεῖν καὶ τὸν Ἰνδικὸν ἐμπορεύεσθαι φόρτον.
Writers of the present day can describe with more certainty [than formerly] the Britons, the Germans, and the dwellers on either side of the Danube, the Getae, the Tyrigetae, the Bastarnae, the tribes dwelling by the Caucasus, such as the Albanians and Iberians. We are besides possessed of a description of Hyrcania and Bactriana in the Histories of Parthia written by such men as Apollodorus of Artemita, who leave detailed the boundaries [of those countries] with greater accuracy than other geographers.
The entrance of a Roman army into Arabia Felix under the command of my friend and companion Aelius Gallus, and the traffic of the Alexandrian merchants whose vessels pass up the Nile and Arabian Gulf to India, have rendered us much better acquainted with these countries than our predecessors were. I was with Gallus at the time he was prefect of Egypt, and accompanied him as far as Syene and the frontiers of Ethiopia, and I found that about one hundred and twenty ships sail from Myos-hormos to India, although, in the time of the Ptolemies, scarcely any one would venture on this voyage and the commerce with the Indies.
2.5.14
ἔστι δή τι χλαμυδοειδὲς σχῆμα τῆς γῆς τῆς οἰκουμένης, οὗ τὸ μὲν πλάτος ὑπογράφει τὸ μέγιστον ἡ διὰ τοῦ Νείλου γραμμή, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τοῦ διὰ τῆς Κινναμωμοφόρου παραλλήλου καὶ τῆς τῶν Αἰγυπτίων τῶν φυγάδων νήσου μέχρι τοῦ διὰ τῆς Ἰέρνης παραλλήλου, τὸ δὲ μῆκος ἡ ταύτῃ πρὸς ὀρθὰς ἀπὸ τῆς ἑσπέρας διὰ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου, παρὰ τὸν Ταῦρον ἰοῦσα τὸν διεζωκότα τὴν Ἀσίαν καὶ καταστρέφοντα ἐπὶ τὴν ἑῴαν θάλατταν μεταξὺ Ἰνδῶν καὶ τῶν ὑπὲρ τῆς Βακτριανῆς Σκυθῶν. δεῖ δὴ νοῆσαι παραλληλόγραμμόν τι, ἐν ᾧ τὸ χλαμυδοειδὲς σχῆμα ἐγγέγραπται οὕτως ὥστε τὸ μῆκος τῷ μήκει ὁμολογεῖν καὶ ἴσον εἶναι τὸ μέγιστον καὶ τὸ πλάτος τῷ πλάτει. τὸ μὲν δὴ χλαμυδοειδὲς σχῆμα οἰκουμένη ἐστί· τὸ δὲ πλάτος ὁρίζεσθαι ἔφαμεν αὐτῆς ταῖς ἐσχάταις παραλλήλοις πλευραῖς, ταῖς διοριζούσαις τὸ οἰκήσιμον αὐτῆς καὶ τὸ ἀοίκητον ἐφʼ ἑκάτερα. αὗται δʼ ἦσαν πρὸς ἄρκτοις μὲν ἡ διὰ τῆς Ἰέρνης, πρὸς δὲ τῇ διακεκαυμένῃ ἡ διὰ τῆς Κινναμωμοφόρου· αὗται δὴ προσεκβαλλόμεναι ἐπί τε τὰς ἀνατολὰς καὶ ἐπὶ τὰς δύσεις μέχρι τῶν ἀνταιρόντων μερῶν τῆς οἰκουμένης ποιήσουσί τι παραλληλόγραμμον πρὸς τὰς ἐπιζευγνυούσας διὰ τῶν ἄκρων αὐτάς. ὅτι μὲν οὖν ἐν τούτῳ ἐστὶν ἡ οἰκουμένη, φανερὸν ἐκ τοῦ μήτε τὸ πλάτος αὐτῆς τὸ μέγιστον ἔξω πίπτειν αὐτοῦ μήτε τὸ μῆκος· ὅτι δʼ αὐτῆς χλαμυδοειδὲς τὸ σχῆμά ἐστιν, ἐκ τοῦ τὰ ἄκρα μυουρίζειν τὰ τοῦ μήκους ἑκατέρωθεν, κλυζόμενα ὑπὸ τῆς θαλάττης, καὶ ἀφαιρεῖν τοῦ πλάτους· τοῦτο δὲ δῆλον ἐκ τῶν περιπλευσάντων τά τε ἑῷα μέρη καὶ τὰ δυσμικὰ ἑκατέρωθεν. τῆς τε γὰρ Ἰνδικῆς νοτιωτέραν πολὺ τὴν Ταπροβάνην καλουμένην νῆσον ἀποφαίνουσιν, οἰκουμένην ἔτι καὶ ἀνταίρουσαν τῇ τῶν Αἰγυπτίων νήσῳ καὶ τῇ τὸ κιννάμωμον φερούσῃ γῇ· τὴν γὰρ κρᾶσιν τῶν ἀέρων παραπλησίαν εἶναι· τῆς τε μετὰ τοὺς Ἰνδοὺς Σκυθίας τῆς ὑστάτης ἀρκτικώτερά ἐστι τὰ κατὰ τὸ στόμα τῆς Ὑρκανίας θαλάττης καὶ ἔτι μᾶλλον τὰ κατὰ τὴν Ἰέρνην. ὁμοίως δὲ καὶ περὶ τῆς ἔξω στηλῶν λέγεται· δυσμικώτατον μὲν γὰρ σημεῖον τῆς οἰκουμένης τὸ τῶν Ἰβήρων ἀκρωτήριον ὃ καλοῦσιν ἱερόν· κεῖται δὲ κατὰ τὴν γραμμήν πως τὴν διὰ Γαδείρων τε καὶ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῆς Ῥοδίας. συμφωνεῖν γὰρ καὶ τὰ ὡροσκοπεῖα καὶ τοὺς ἀνέμους φασὶ τοὺς ἑκατέρωσε φοροὺς καὶ τὰ μήκη τῶν μεγίστων ἡμερῶν τε καὶ νυκτῶν· ἔστι γὰρ τετταρεσκαίδεκα ὡρῶν ἰσημερινῶν τε καὶ νυκτῶν. ἔν τε τῇ παραλίᾳ τῇ κατὰ Γάδειρα καὶ * Ἴβηράς ποτε ὁρᾶσθαι. Ποσειδώνιος δʼ ἔκ τινος ὑψηλῆς οἰκίας ἐν πόλει διεχούσῃ τῶν τόπων τούτων ὅσον τετρακοσίους σταδίους φησὶν ἰδεῖν ἀστέρα, ὃν τεκμαίρεσθαι τὸν Κάνωβον αὐτὸν ἐκ τοῦ τε μικρὸν ἐκ τῆς Ἰβηρίας προελθόντας ἐπὶ τὴν μεσημβρίαν ὁμολογεῖν ἀφορᾶν αὐτὸν καὶ ἐκ τῆς ἱστορίας τῆς ἐν Κνίδῳ· τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι, λέγεσθαι δʼ ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα, εἶναι δʼ ἐπὶ τοῦ Ῥοδιακοῦ κλίματος τὴν Κνίδον, ἐφʼ οὗ καὶ τὰ Γάδειρα καὶ ἡ ταύτῃ παραλία.
In its figure the habitable earth resembles a chlamys, or soldier’s cloak, the greatest breadth of which would be indicated by a line drawn in the direction of the Nile, commencing from the parallel of the Cinnamon Country, and the Island of the Egyptian Exiles, and terminating at the parallel of Ierna; and its length by a line drawn from the west at right angles to the former, passing by the Pillars of Hercules and the Strait of Sicily to Rhodes and the Gulf of Issus, then proceeding along the chain of the Taurus, which divides Asia, and terminating in the Eastern Ocean, between India and the Scythians dwelling beyond Bactriana.
We must therefore fancy to ourselves a parallelogram, and within it a chlamys-shaped figure, described in such a manner that the length of the one figure may correspond to the length and size of the other, and likewise breadth to breadth. The habitable earth will therefore be represented by this kind of chlamys. We have before said that its breadth is marked out by parallels bounding its sides, and separating on either side the portions that are habitable from those that are not. On the north [these parallels] pass over Ierna, and on the side of the torrid zone over the Cinnamon Country. These lines being produced east and west to the opposite extremities of the habitable earth, form, when joined by the perpendiculars falling from their extremities, a kind of parallelogram. That within this the habitable earth is contained is evident, since neither its greatest breadth nor length project beyond. That in configuration it resembles a chlamys is also clear, from the fact that at either end of its length, the extremities taper to a point. Owing to the encroachments of the sea, it also loses something in breadth. This we know from those who have sailed round its eastern and western points. They inform us that the island called Taprobana is much to the south of India, but that it is nevertheless inhabited, and is situated opposite to the island of the Egyptians and the Cinnamon Country, as the temperature of their atmospheres is similar. On the other side the country about the embouchure of the Hyrcanian Sea is farther north than the farthest Scythians who dwell beyond India, and Ierna still more so. It is likewise stated of the country beyond the Pillars of Hercules, that the most western point of the habitable earth is the promontory of the Iberians named the Sacred Promontory. It lies nearly in a line with Gades, the Pillars of Hercules, the Strait of Sicily, and Rhodes; for they say that the horologes accord, as also the periodical winds, and the duration of the longest nights and days, which consist of fourteen and a half equinoctial hours. From the coast of Gades and Iberia ......... is said to have been formerly observed.
Posidonius relates, that from the top of a high house in a town about 400 stadia distant from the places mentioned, he perceived a star which he believed to be Canopus, both in consequence of the testimony of those who having proceeded a little to the south of Iberia affirmed that they could perceive it, and also of the tradition preserved at Cnidus; for the observatory of Eudoxus, from whence he is reported to have viewed Canopus, is not much higher than these houses; and Cnidus is under the same parallel as Rhodes, which is likewise that of Gades and its sea-coast.
2.5.32
Ἐφεξῆς δὲ τοῖς ἐντὸς τοῦ Ταύρου οἵ τε τὰ ὄρη κατέχοντες Παροπαμισάδαι καὶ τὰ Παρθυαίων τε καὶ Μήδων καὶ Ἀρμενίων καὶ Κιλίκων ἔθνη καὶ Κατάονες καὶ Πισίδαι. μετὰ δὲ τοὺς ὀρείους ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου. πρώτη δʼ ἐστὶ τούτων ἡ Ἰνδική, ἔθνος μέγιστον τῶν πάντων καὶ εὐδαιμονέστατον, τελευτῶν πρός τε τὴν ἑῴαν θάλατταν καὶ τὴν νοτίαν τῆς Ἀτλαντικῆς. ἐν δὲ τῇ νοτίᾳ ταύτῃ θαλάττῃ πρόκειται τῆς Ἰνδικῆς νῆσος οὐκ ἐλάττων τῆς Βρεττανικῆς ἡ Ταπροβάνη· μετὰ δὲ τὴν Ἰνδικὴν ἐπὶ τὰ ἑσπέρια νεύουσιν, ἐν δεξιᾷ δʼ ἔχουσι τὰ ὄρη χώρα ἐστὶ συχνή, φαύλως οἰκουμένη διὰ λυπρότητα ὑπʼ ἀνθρώπων τελέως βαρβάρων οὐχ ὁμοεθνῶν· καλοῦσι δʼ Ἀριανούς, ἀπὸ τῶν ὀρῶν διατείνοντας μέχρι Γεδρωσίας καὶ Καρμανίας. ἑξῆς δέ εἰσι πρὸς μὲν τῇ θαλάττῃ Πέρσαι καὶ Σούσιοι καὶ Βαβυλώνιοι καθήκοντες ἐπὶ τὴν κατὰ Πέρσας θάλατταν καὶ τὰ περιοικοῦντα τούτους ἔθνη μικρά, πρὸς δὲ τοῖς ὄρεσιν ἢ ἐν αὐτοῖς τοῖς ὄρεσι Παρθυαῖοι καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ τὰ τούτοις πρόσχωρα ἔθνη καὶ ἡ Μεσοποταμία. μετὰ δὲ τὴν Μεσοποταμίαν τὰ ἐντὸς Εὐφράτου· ταῦτα δʼ ἐστὶν ἥ τε εὐδαίμων Ἀραβία πᾶσα, ἀφοριζομένη τῷ τε Ἀραβίῳ κόλπῳ παντὶ καὶ τῷ Περσικῷ, καὶ ὅσην οἱ Σκηνῖται καὶ οἱ Φύλαρχοι κατέχουσιν οἱ ἐπὶ τὸν Εὐφράτην καθήκοντες καὶ τὴν Συρίαν· εἶθʼ οἱ πέραν τοῦ Ἀραβίου κόλπου μέχρι Νείλου, Αἰθίοπές τε καὶ Ἄραβες, καὶ οἱ μετʼ αὐτοὺς Αἰγύπτιοι καὶ Σύροι καὶ Κίλικες οἵ τε ἄλλοι καὶ οἱ Τραχειῶται λεγόμενοι, τελευταῖοι δὲ Πάμφυλοι.
Next these on this side the Taurus are the mountaineers of Paropamisus, and various tribes of Parthians, Medes, Armenians, Cilicians, with the Lycaonians, and Pisidians. After these mountaineers come the people dwelling beyond the Taurus. First amongst these is India, a nation greater and more flourishing than any other; they extend as far as the Eastern Sea and the southern part of the Atlantic. In the most southerly part of this sea opposite to India is situated the island of Taprobana, which is not less than Britain. Beyond India to the west, and leaving the mountains [of the Taurus] on the right, is a vast region, miserably inhabited, on account of the sterility of its soil, by men of different races, who are absolutely in a savage state. They are named Arians, and extend from the mountains to Gedrosia and Carmania. Beyond these towards the sea are the Persians, the Susians, and the Babylonians, situated along the Persian Gulf, besides several smaller neighbouring states. On the side of the mountains and amidst the mountains are the Parthians, the Medes, the Armenians, and the nations adjoining these, together with Mesopotamia. Beyond Mesopotamia are the countries on this side the Euphrates; viz. the whole of Arabia Felix, bounded by the entire Arabian and Persian Gulfs, together with the country of the Scenitae and Phylarchi, who are situated along the Euphrates and in Syria. Beyond the Arabian Gulf and as far as the Nile dwell the Ethiopians and Arabians, and next these the Egyptians, Syrians, and Cilicians, both those styled Trachiotae and others besides, and last of all the Pamphylians.
Translations (2)
- The Geography of Strabo — Hans Claude Hamilton & William Falconer 1854, English
- Ancient India as Described in Classical Literature (Strabo, book 15) — John Watson McCrindle 1901, English
Linked texts (1)
- Intercourse between India and the Western World from the Earliest Times to the Fall of Rome — H. G. Rawlinson, English