Ἰνδικά 13: Strabo XV, p. 710
Ἰνδικά 13
- Language
- Ancient Greek
13
Φησὶ γὰρ (sc. Μεγασθένης) τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι καὶ σαρκοφαγεῖν τὰ τῶν συγγενῶν σώματα· πετροκυλιστὰς δ’ εἶναι κερκοπιθήκους, οἳ λίθους κατακυλίουσι κρημνοβατοῦντες ἐπὶ τοὺς διώκοντας, τά τε παρ’ ἡμῖν ἥμερα ζῷα τὰ πλεῖστα παρ’ ἐκείνοις ἄγρια εἶναι· ἵππους τε λέγει μονοκέρωτας ἐλαφοκράνους· καλάμους δὲ μῆκος μὲν τριάκοντα ὀργυιῶν τοὺς ὀρθίους, τοὺς δὲ χαμαικλινεῖς πεντήκοντα· πάχος δὲ, ὥστε τὴν διάμετρον τοῖς μὲν εἶναι τριπήχη, τοῖς δὲ διπλασίαν.
In the country of the Praxii, who are an Indian people, Megasthenes says there are apes not inferior in size to the largest dogs. They
Translations (2)
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English
- Latin translation (Müller) — Karl Müller, Latin
Discussed in (1)
- The Cambridge History of India, Vol. I: Ancient India — Rapson 1922, English