Pramāṇa · Search · About · API

Ἰνδικά 22.1: Josephus Ant. Iud. X, 11, I: Ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ἀνοικοδομήσας (scil. Ὁ Ναβουχοδονόσορος), καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο, διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς οἰκείας διαθέσεως ὡς τεθραμμένην ἐν τοῖς κατὰ Μηδίαν τόποις.]

Ἰνδικά 22.1

Language
Ancient Greek

22.1

Καὶ Μεγασθένης δὲ ἐν τῇ δ’ (l. δευτέρᾳ) τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν, δι’ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν. Καὶ Διοκλῆς δὲ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως, καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς αὐτοῦ καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος ὁ βασιλεὺς ἐπολιόρκησε Τύρον ἔτεσι τρισὶ καὶ δέκα, βασιλεύοντος κατ’ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου.

There is in India a river called the Silas, named after the fountain from which it flows, on which nothing will float that is thrown into it, but everything sinks to the bottom, contrary to the usual law.

John Watson McCrindle 1877, Ancient India as Described by Megasthenês and Arrian

Translations (2)