Pramāṇa · Search · About · API

Ἰνδικά 38.1.2

Ἰνδικά 38.1.2

Language
Ancient Greek

38.1.2

(7) Ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῇ ὀδμῇ αἰσθανόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτ’ ἂν τῇ γεφύρῃ ἐπιτύχωσι, κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται. (8) Οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μεν αὐτῶν τὴν γέφυραν ὀξέως ἀφεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεῖ ἔχονται· (9) οἱ δὲ ἀκούσαντες ἐπιβαίνουσι ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλ’ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι. (10) Εὖτ’ ἂν δὲ σφίσι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐς τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη ἵσταται κρατερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ εἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι. (11) Οἱ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν· ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς κολάζειν πολλῇσι, ἔστ’ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι· παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

The Indians cure the wounds of the elephants which they catch, in the manner following:—
They treat them in the way in which, as good old Homer tells us, Patroklos treated the wound of Eurypylos, — they foment them with lukewarm water. After this they rub them over with butter, and if they are deep allay the inflammation by applying and inserting pieces of pork, hot but still retaining the blood. They cure ophthalmia with cows' milk, which is first used as a fomentation for the eye, and is then injected into it. The animals open their eyelids, and finding they can see better are delighted, and are sensible of the benefit like human beings. In proportion as their blindness diminishes their delight overflows, and this is a token that the disease has been cured. The remedy for other distempers to which they are liable is black wine; and if this potion fails to work a cure nothing else can save them.

John Watson McCrindle 1877, Ancient India as Described by Megasthenês and Arrian

Translations (2)