Ἰνδικά 38.2: Aelianus N. A. XII, 44
Ἰνδικά 38.2
- Language
- Ancient Greek
38.2
Ἐν Ἰνδοῖς ἂν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ· ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς τὸν θυμὸν ἐξάπτεται, καὶ δεσπότην οὐχ ὑπονέμει. Ἀλλ’ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτὸν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραὖνειν πειρῶνται, παρατιθέντες, ὡς πληροῦν τὴν γαστέρα καὶ θέλγειν τὸν θυμόν· ὁ δὲ ἄχθεται αὐτοῖς, καὶ ὑπερορᾷ· Τί οὖν ἐκεῖνοι κατασοφίζονται καὶ δρῶσι; Μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν αὐτοὺς ὀργάνῳ τινὶ καὶ τούτῳ συνήθει· καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον· ὁ δὲ ὑπέχει τὰ ὦτα καὶ θέλγεται, καὶ ἡ μὲν ὀργὴ πραύνεται, ὁ δὲ θυμὸς ὑποστέλλεταί τε καὶ θόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ· εἶτα ἀφεῖται μὲν τῶν δεσμῶν, μένει δὲ τῇ μούσῃ δεδεμένος, καὶ δειπνεῖ προθύμως ἁβρὸς δαιτυμὼν καταδεδεμένος· πόθῳ γὰρ τοῦ μέλους οὐκ ἂν ἔτι ἀποσταίη.
The Indians cure the wounds of the elephants which they catch, in the manner following:—
They treat them in the way in which, as good old Homer tells us, Patroklos treated the wound of Eurypylos, — they foment them with lukewarm water. After this they rub them over with butter, and if they are deep allay the inflammation by applying and inserting pieces of pork, hot but still retaining the blood. They cure ophthalmia with cows' milk, which is first used as a fomentation for the eye, and is then injected into it. The animals open their eyelids, and finding they can see better are delighted, and are sensible of the benefit like human beings. In proportion as their blindness diminishes their delight overflows, and this is a token that the disease has been cured. The remedy for other distempers to which they are liable is black wine; and if this potion fails to work a cure nothing else can save them.
Translations (1)
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English