Pramāṇa · Search · About · API

Βιβλιοθήκη ἱστορική 2.58.7

Βιβλιοθήκη ἱστορική 2.58.7

Language
Ancient Greek

2.58.7

ἡ δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε. τῶν δὲ παρʼ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ καθόλου μὴ φαίνεσθαι. ἑπτὰ δʼ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δʼ ἀλλήλων διεστηκυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.

Linked texts (1)