Pramāṇa · Search · About · API

A History of Ancient Sanskrit Literature, so far as it illustrates the Primitive Religion of the Brahmans c6.32

A History of Ancient Sanskrit Literature, so far as it illustrates the Primitive Religion of the Brahmans c6.32

Language
English

c6.32

Καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν. Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα Ἡρακλέους μᾶλλον καὶ ἕως Στηλῶν ἐλάσαι· μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι· ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θράκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν. Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς δὲ Ἰνδικῆς μηδένα τούτων ἅψασθαι. Καὶ Σεμίραμιν δ’ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως. Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὕδρακας· ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλ’ ἐγγὺς ἐλθεῖν μόνον, ἡνίκα Κῦρος ἤλαυνεν ἐπὶ Μασσαγέτας. With regard to the expeditions of Herakles and Dionysos, Strabo adds: Καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετ’ ὀλίγων πιστὰ ἡγεῖται· τῶν δ’ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν, κ.τ.λ. Cf. Megasthenis Indica, ed. Schwanbeck. Bonnæ, 1846.