Original Sanskrit Texts on the Origin and History of the People of India, their Religion and Institutions v5.c49.7
Original Sanskrit Texts on the Origin and History of the People of India, their Religion and Institutions v5.c49.7
- Language
- English
v5.c49.7
Οὗτος δ' ὁ δαίμων ὁ νέος ὃν σὺ διαγελᾷς
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ' Ἑλλάδ' ἔσται· δύο γὰρ, ὦ νεανία,
τὰ πρῶτ' ἐν ἀνθρώποισι, Δημήτηρ θεὰ,
Γῆ δ' ἐστίν· ὄνομα δ' ὁπότερον βούλει κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὁ δ' ἦλθεν ἐπὶ τἀντίπαλον, ὁ Σεμέλης γόνος,
βότρυος ὑγρὸν πῶμ' εὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε, λήθην τῶν καθ' ἡμέραν κακῶν,
δίδωσιν, οὐδ' ἔστ' ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγὼς,
ὥστε διὰ τοῦτον τἀγάθ' ἀνθρώπους ἔχειν.
καὶ καταγελᾷς νιν, ὡς ἐνεῤῥάφη Διὸς
μηρῷ· διδάξω σ' ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ' ἐκ πυρὸς κεραυνίου
Ζεὺς, εἰς δ' Ὄλυμπον βρέφος ἀνήγαγεν νεὸν,
Ἥρα νιν ἤθελ' ἐκβαλεῖν ἀπ' οὐρανοῦ,
Ζεὺς δ' ἀντεμηχανήσατ', οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν' ἐγκυκλουμένου
αἰθέρος ἔθηκε τόνδ' ὅμηρον ἐκδιδοὺς
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ τραφῆναι φασιν ἐν μηρῷ Διὸς,
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ' ὡμήρευσε, συνθέντες λογον.
μάντις δ' ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γαρ ὁ θεὸς εἰς τὸ σῶμ' ἔλθῃ πολύς,
λέγειν το μέλλον τοὺς μεμηνότας ποιεῖ.