Ἰνδικά 23.1
Ἰνδικά 23.1
- Language
- Ancient Greek
23.1
Ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατόν τι ἅπαντα λέγει Μεγασθένης δυοῖν δέοντα. [Καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς ξυμφέρομαι Μεγασθένεῖ· τὸ δὲ ἀτρεκὲς οὐκ ἔχω εἰκάσαι ὅπως ἐκμαθὼν ἀνέγραψεν, οὐδὲ πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθὼν, οὐδὲ ἐπιμιξίης πᾶσι τοῖς γένεσιν ἐούσης ἐς ἀλλήλους.] Πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδοὺς κατάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐπὶ τῇσιν ἁμάξῃσι πλανώμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόλιας οἰκέοντες οὔτε ἱερὰ θεῶν σέβοντες· οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱερὰ θεῶν δεδομημένα· ἀλλ’ ἀμπέχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακτάνοιεν· σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν· καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῇ Τάλα· καὶ φύεσθαι ἐπ’ αὐτῶν κατάπερ τῶν φοινίκων ἐπὶ τῇσι κορυφῇσιν οἷά περ τολύπας. Σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρὶν δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τῶν Ἰνδῶν. Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόλιάς τε οἰκῆσαι καὶ νόμους θέσθαι τῇσι πόλισιν, οἴνου τε δοτῆρα Ἰνδοῖς γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα· ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν τὴν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν ἔδωκε καρποῦ τοῦ ἡμέρου· βόας τε ὑπ’ ἀρότρῳ ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλοὺς καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηΐοισι.
(Megasthenes says) that in the mountainous country is a river, the Silas, on the waters of which nothing will float. Demokritos, who had travelled over a large part of Asia, disbelieves this, and so does Aristotle.
Translations (2)
- Latin translation (Müller) — Karl Müller, Latin
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English