Ἰνδικά 23.2
Ἰνδικά 23.2
- Language
- Ancient Greek
23.2
Καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ ἐκδιδάξαι τὴν σατυρικὴν, τὸν κόρδακα παρ’ Ἕλλησι καλεόμενον· καὶ κομᾶν Ἰνδοὺς τῷ θεῷ, μιτρηφορέειν τε ἀναδεῖξαι καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι, ὥστε καὶ εἰς Ἀλέξανδρον ἔτι ὑπὸ κυμβάλων τε καὶ τυμπάνων ἐς τὰς μάχας Ἰνδοὶ καθίσταντο. C. 8. Ἀπιόντα δὲ ἐκ τῆς Ἰνδῶν γῆς, ὥς οἱ ταῦτα κεκοσμένατο, καταστῆσαι βασιλέα τῆς χώρης Σπατέμβαν, τῶν ἑταίρων ἕνα τὸν βακχωδέστατον· τελευτήσαντος δὲ Σπατέμβα τὴν βασιληίην ἐκδέξασθαι Βουδύαν τὸν τούτου παῖδα· καὶ τὸν μὲν πεντήκοντα καὶ δύο ἔτεα βασιλεῦσαι Ἰνδῶν, τὸν πατέρα· τὸν δὲ παῖδα εἴκοσιν ἔτεα· καὶ τούτου παιδα ἐκδέξασθαι τὴν βασιληίην Κραδεύαν· καὶ τὸ ἀπὸ τοῦδε τὸ πολὺ μὲν κατὰ γένος ἀμείβειν τὴν βασιληίην, παῖδα παρὰ πατρὸς ἐκεκόμενον· εἰ δὲ ἐκλείποι τὸ γένος, οὕτω δὴ ἀριστίνδην καθίστασθαι Ἰνδοῖσι βασιλέας. Ἡρακλέα δὲ, ὅντινα ἐς Ἰνδοὺς ἀφικέσθαι λόγος κατέχει, παρ’ αὐτοῖσιν Ἰνδοῖσι γηγενέα λέγεσθαι. Τοῦτον τὸν Ἡρακλέα μάλιστα πρὸς Σουρασηνῶν γεραίρεσθαι Ἰνδικοῦ ἔθνεος, ἵνα δύο πόλιες μεγάλαι Μέθορά τε καὶ Κλεισόβορα, καὶ ποταμὸς Ἰωδάρης πλωτὸς διαρρέει τὴν χώρην αὐτῶν.
(Megasthenes says) that in the mountainous country is a river, the Silas, on the waters of which nothing will float. Demokritos, who had travelled over a large part of Asia, disbelieves this, and so does Aristotle.
Translations (2)
- Latin translation (Müller) — Karl Müller, Latin
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English