Pramāṇa · Search · About · API

Ἰνδικά 23.5

Ἰνδικά 23.5

Language
Ancient Greek

23.5

Οἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήραϊ, πάντως που καὶ ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει· ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν που εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γργονότες οἱ ἔξω ἥβης νεηνίσκοι· ἡ δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ τῇσι γυναιξὶν ὥρη τοῦ γάμου κατὰ λόγον ἂν οὕτω ἐς τὰ ἑπτὰ ἔτεα συμβαίνοι.] Καὶ γὰρ τοὺς καροὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον μὲν τῆς ἄλλης, αὐτὸς οὗτος Μεγασθένης ἀνέγραψε, καὶ φθίνειν ταχύτερον. Ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδράκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν· ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι τρὶς τὸ πᾶν εἰς ἐλευθερίην ** τὴν δὲ καὶ ἐς τριηκόσια· τὴν δὲ εἴκοσί τε ἐτέων καὶ ἑκατόν (*)· πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν· ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίην βασιλέων γενόμενον τὸν Κῦρον· ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι πάντων τοῖς ὅπλοις, ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, εἰ ἡ στρατιὴ ἤθελεν. Οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινα ἔξω τῆς οἰκηίης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.

(Megasthenes says) that in the mountainous country is a river, the Silas, on the waters of which nothing will float. Demokritos, who had travelled over a large part of Asia, disbelieves this, and so does Aristotle.

John Watson McCrindle 1877, Ancient India as Described by Megasthenês and Arrian

Translations (2)