Ἰνδικά 23.4
Ἰνδικά 23.4
- Language
- Ancient Greek
23.4
Καὶ ὅστις μὲν ἐκεῖνον κατ’ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεὺς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους· τοὺς ἁλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι. Καὶ εἶναι γὰρ καὶ παρ’ Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον. C. 9. Ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεας ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα τὰ πλεῖστα βιώσκεσθαι *. Καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρ’ Ἰνδοῖσιν· Ἡρακλέα, δψιγόνου οἱ γενομένης τῆς παιδὸς, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑωυτῷ ἐοῦσαν τὴν τελευτὴν, οὐκ ἔχοντα ὅτεῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν βασιλέας. Ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου· καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος τοῦτο ὅτου ἡ Πανδαίη ἐπῆρξε, ταὐτὸ τοῦτον γερας ἔχειν παρὰ Ἡρακλέος [Ἐμοὶ δὲ δοκέει, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, καὶ αὑτὸν ἀποφῆναι μακροβιώτερον, ὡς ὡραίῃ μιγῆναι τῇ παιδί. Ἀλλὰ γὰρ εἰ ταῦτα ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐστὶν, ἐς ταὐτὸν φέρειν δοκέει ἔμοιγε ἐς ὅ τι περ καὶ ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι αὐτῶν.
(Megasthenes says) that in the mountainous country is a river, the Silas, on the waters of which nothing will float. Demokritos, who had travelled over a large part of Asia, disbelieves this, and so does Aristotle.
Translations (2)
- Latin translation (Müller) — Karl Müller, Latin
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English