Ἰνδικά 40.2
Ἰνδικά 40.2
- Language
- Ancient Greek
40.2
Διατρίβειν δὲ τοὺς φιλοσόφους ἐν ἄλσει πρὸς τῆς πόλεως, ὑπὸ περιβόλῳ συμμέτρῳ, λιτῶς ζῶντας ἐν στιβάσι καὶ δοραῖς, ἀπεχομένους ἐμψύχων καὶ ἀφροδισίων, ἀκροωμένους λόγων σπουδαίων, μεταδιδόντας καὶ τοῖς ἐθέλουσι· τὸν δ’ ἀκροώμενον οὔτε λαλῆσαι θέμις, οὔτε χρέμψασθαι, ἀλλ’ οὐδὲ πτύσαι· ἢ ἐκβάλλεσθαι τῆς συνουσίας τὴν ἡμέραν ἐκείνην, ὡς ἀκολασταίνοντα. Ἔτη δ’ ἑπτὰ καὶ τριάκοντα οὕτως ζήσαντα ἀναχωρεῖν εἰς τὴν ἑαυτοῦ κτῆσιν ἕκαστον, καὶ ζῆν ἀδεῶς καὶ ἀνειμένως μᾶλλον, σινδονοφοροῦντα καὶ χρυσοφοροῦντα μετρίως ἐν ταῖς χερσὶ καὶ τοῖς ὠσὶ, προσφερόμενον σάρκας τῶν μὴ πρὸς τὴν χρείαν συνεργῶν ζῴων, δριμέων καὶ ἀρτυτῶν ἀπεχόμενον· γαμεῖν δ’ ὅτι πλείστας εἰς πολυτεκνίαν· ἐκ πολλῶν γὰρ καὶ τὰ σπουδαῖα πλείω γίνεσθαι ἄν· ἀδούλοις οὖσί τε τὴν ἐκ τέκνων ὑπηρεσίαν ἐγγυτάτω οὖσαν πλείω δεῖν παρασκευάζεσθαι. Ταῖς δὲ γυναιξὶ ταῖς γαμεταῖς μὴ συμφιλοσοφεῖν τοὺς Βραχμᾶνας· εἰ μὲν μοχθηραὶ γένοιντο, ἵνα μή τι τῶν οὐ θεμιτῶν ἐκφέροιεν εἰς τοὺς βεβήλους, εἰ δὲ σπουδαῖαι, μὴ καταλείποιεν αὐτούς· οὐδένα γὰρ ἡδονῆς καὶ πόνου καταφρονοῦντα, ὡς δ’ αὕτως ζωῆς καὶ θανάτου, ἐθέλειν ὑφ’ ἑτέρῳ εἶναι· τοιοῦτον δ’ εἶναι τὸν σπουδαῖον καὶ τὴν σπουδαίαν.
Translations (1)
- Latin translation (Müller) — Karl Müller, Latin