Pramāṇa · Search · About · API

Ἰνδικά 40.3

Ἰνδικά 40.3

Language
Ancient Greek

40.3

Πλείστους δ’ αὐτοῖς εἶναι λόγους περὶ θανάτου· νομίζειν γὰρ δὴ τὸν μὲν ἐνθάδε βίον ὡς ἂν ἀκμὴν κυομένων εἶναι· τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὄντως βίον καὶ τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασι· διὸ τῇ ἀσκήσει πλείστῃ χρῆσθαι πρὸς τὸ ἑτοιμοθάνατον· ἀγαθὸν δὲ ἢ κακὸν μηδὲν εἶναι τῶν συμβαινόντων ἀνθρώποις· οὐ γὰρ ἂν τοῖς αὐτοῖς τοὺς μὲν ἄχθεσθαι, τοὺς δὲ χαίρειν, ἐνυπνιώδεις ὑπολήψεις ἔχοντας, καὶ τοὺς αὐτοὺς τοῖς αὐτοῖς τοτὲ μὲν ἄχθεσθαι, τοτὲ δ’ αὐ χαίρειν μεταβαλλομένους. Τὰ δὲ περὶ φύσιν, τὰ μὲν εὐήθειαν ἐμφαίνεις φησίν· ἐν ἔργοις γὰρ αὐτοὺς κρείττους ἢ λόγοις εἶναι, διὰ μύθων τὰ πολλὰ πιστουμένους· περὶ πολλῶν δὲ τοῖς Ἕλλησιν ὁμοδοξεῖν (cf. fr. 41)· ὅτι γὰρ γενητὸς ὁ κόσμος καὶ φθαρτὸς, λέγειν κἀκείνους, καὶ ὅτι σφαιροειδής· ὅ τε διοικῶν αὐτὸν καὶ ποιῶν θεὸς δι’ ὅλου διαπεφοίτηκεν αὐτοῦ· ἀρχαὶ δὲ τῶν μὲν συμπάντων ἕτεραι, τῆς δὲ κοσμοποιίας τὸ ὕδωρ· πρὸς δὲ τοῖς τέτταρσι στοιχείοις πέμπτη τίς ἐστι φύσις, ἐξ ἧς ὁ οὐρανὸς καὶ τὰ ἄστρα· γῆ δ’ ἐν μέσῳ ἵδρυται τοῦ παντός· καὶ περὶ σπέρματος δὲ καὶ ψυχῆς ὅμοια λέγεται, καὶ ἄλλα πλείω· παραπλέκουσι δὲ καὶ μύθους, ὥσπερ καὶ Πλάτων περί τε ἀφθαρσίας ψυχῆς, καὶ τῶν καθ’ ᾅδου κρίσεων, καὶ ἄλλα τοιαῦτα. Περὶ μὲν τῶν Βραχμάνων ταῦτα λέγει.

Translations (1)