Ἰνδικά 40.4
Ἰνδικά 40.4
- Language
- Ancient Greek
40.4
Τοὺς δὲ Σαρμάνας, τοὺς μὲν ἐντιμοτάτους Ὑλοβίους φησὶν ὀνομάζεσθαι, ζῶντας ἐν ταῖς ὕλαις ἀπὸ φύλλων καὶ καρπῶν ἀγρίων, ἐσθῆτας δ’ ἔχειν ἀπὸ φλοιῶν δενδρείων, ἀφροδισίων χωρὶς καὶ οἴνου· τοῖς δὲ βασιλεῦσι συνεῖναι, δι’ ἀγγέλων πυνθανομένοις περὶ τῶν αἰτίων, καὶ δι’ ἐκείνων θεραπεύουσι καὶ λιτανεύουσι τὸ θεῖον. Μετὰ δὲ τοὺς Ὑλοβίους δευτερεύειν κατὰ τιμὴν τοὺς ἰατρικοὺς, καὶ ὡς περὶ τὸν ἄνθρωπον φιλοσόφους, λιτοὺς μὲν, μὴ ἀγραύλους δὲ, ὀρύζῃ καὶ ἀλφίτοις τρεφομένους, ἃ παρέχειν αὐτοῖς πάντα τὸν αἰτηθέντα καὶ ὑποδεξάμενον ξενίᾳ· δύνασθαι δὲ καὶ πολυγόνους ποιεῖν, καὶ ἀρρενογόνους, καὶ θηλυγόνους διὰ φαρμακευτικῆς· τὴν δὲ ἰατρείαν διὰ σιτίων τὸ πλέον, οὐ διὰ φαρμάκων ἐπιτελεῖσθαι· τῶν φαρμάκων δὲ μάλιστα εὐδοκιμεῖν τὰ ἐπίχριστα καὶ τὰ καταπλάσματα· τἄλλα δὲ κακουργίας πολὺ μετέχειν. Ἀσκεῖν δὲ καὶ τούτους κἀκείνους καρτερίαν, τήν τε ἐν πόνοις καὶ τὴν ἐν ταῖς ὑπομοναῖς, ὥστ’ ἐφ’ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην. Ἄλλους δ’ εἶναι τοὺς μὲν μαντικοὺς καὶ ἐπῳδοὺς καὶ τῶν περὶ τοὺς κατοιχομένους λόγων καὶ νομίμων ἐμπείρους, ἐπαιτοῦντας καὶ κατὰ κώμας καὶ πόλεις· τοὺς δὲ χαριεστέρους τῶν καθ’ ᾅδου θρυλουμένων, ὅσα δοκεῖ πρὸς εὐσέβειαν καὶ ὁσιότητα· συμφιλοσοφεῖν δ’ ἐνίοις καὶ γυναῖκας, ἀπεχομένας καὶ αὐτὰς ἀφροδισίων.
Translations (1)
- Latin translation (Müller) — Karl Müller, Latin