Ἰνδικά 23.3
Ἰνδικά 23.3
- Language
- Ancient Greek
23.3
Τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε, Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ, ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται· καὶ τούτῳ ἄρσενας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν γῇ, (πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα,) θυγατέρα δὲ μοννογενέην· οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην ἵνα τε ἐγένετο καὶ ἧστινος ἐπέτρεψεν αὐτὴν ἄρχειν Ἡρακλέης, Πανδαίην, τῆς παιδὸς ἐπώνυμον· καὶ ταύτῃ ἐλέφαντας μὲν γενέσθαι ἐκ τοῦ πατρὸς ἐς πεντακοσίους, ἵππον δὲ ἐς τετρακισχιλίην, πεζῶν δὲ ἐς τὰς τρεῖς καὶ δέκα μυριάδας. Καὶ τάδε μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν· ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακὸν κίναδος, ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμον γυναικήϊον· [ὅντινα καὶ εἰς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ’ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι· καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες, μέζονι ἔτι σπουδῇ ὠνέονται·] τὸν μαργαρίτην δὴ τὸν θαλάσσιον, οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον· τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον. Καὶ λέγει Μεγασθένης (*), θηρεύεσθαι αὐτοῦ τὴν κόγχην δικτύοισι, νέμεσθαι δ’ ἐν τῇ θαλάσσῃ κατ’ αὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας· καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα ἢ βασίλισσαν, ὡς τῇσι μελισσίῃσι.
(Megasthenes says) that in the mountainous country is a river, the Silas, on the waters of which nothing will float. Demokritos, who had travelled over a large part of Asia, disbelieves this, and so does Aristotle.
Translations (2)
- Latin translation (Müller) — Karl Müller, Latin
- Ancient India as Described by Megasthenês and Arrian — John Watson McCrindle 1877, English