Γεωγραφικα 2.1
Γεωγραφικά 2.1
- Language
- Ancient Greek
2.1.1
Ἐν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπʼ ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ γραμμῇ, πέρατα δʼ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας, ἐπʼ ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν. γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου. μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας), εἶτα ἐπʼ εὐθείας πως ἐκβάλλεσθαι παρʼ ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς· τὸν γὰρ Ταῦρον ἐπʼ εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον, ὥσθʼ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ διʼ Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν.
IN the Third Book of his Geography Eratosthenes furnishes us with a chart of the habitable earth. This he divides into two portions, by a line running from east to west parallel to the equator. He makes the Pillars of Hercules the boundary of this line to the west, and to the east the farthest ridges of those mountains which bound India on the north. From the Pillars he draws the line through the Strait of Sicily, and the southern extremities of Peloponnesus and Attica, to Rhodes and the Gulf of Issus. He says, Through the whole of this distance the line mentioned is drawn across the sea and adjacent continents; the whole length of the Mediterranean as far as Cilicia extending in that direction. Thence it runs nearly in a straight line along the whole chain of the Taurus to India. The Taurus continuing in a straight line from the Pillars divides Asia through its whole length into two halves, north and south. So that both the Taurus and the sea from the Pillars hither lie under the parallel of Athens.
2.1.2
ταῦτα δʼ εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρχαῖον γεωγραφικὸν πίνακα· πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατʼ αὐτόν, συνεπισπᾶσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ δεῖ γινομένην. πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην, ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις, ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι, ἐντεῦθεν δʼ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς, ὁ μάλιστα πιστεύεσθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους· ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν διʼ Ἀθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον.
He then declares that the ancient geographical chart wants revision; that in it the eastern portion of the Taurus is made to run too far north, India itself being also too much drawn in the same direction. One proof which he offers in support of this is, that the most southern extremities of India are under the same latitude as Meroe, as attested by many, both from astronomical observations and the temperature of the climate. From thence to the most northerly point by the mountains of the Caucasus, there are 15,000 stadia, according to Patrocles, a writer whom we are bound to believe, both on account of his worth, and the vast amount of his geographical attainments. Now since the distance from Meroe to the parallel of Athens is nearly the same, the most northerly points of India next to the Caucasian mountains ought to be under the same degree of latitude.
2.1.3
ἄλλην δὲ πίστιν φέρει τοιαύτην, ὅτι τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Ποντικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ἰόντι καὶ τοὺς περὶ Ἀμισὸν ἢ Σινώπην τόπους, ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται· ἐκ δὲ Ἀμισοῦ πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν φερομένῳ πρῶτον μὲν ἡ Κολχίς ἐστιν, ἔπειτα ἡ ἐπὶ τὴν Ὑρκανίαν θάλατταν ὑπέρθεσις καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη· αὕτη δʼ ἡ γραμμὴ διὰ Ἀμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου. ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχιλίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη, προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν οἱ δὲ τῆς Ἰνδικῆς.
But there is another method (says Eratosthenes) of proving this. The distance from the Gulf of Issus to the Euxine, proceeding in a northerly direction towards Amisus and Sinope, is about 3000 stadia, which is as much as the supposed extent of the mountains [of the Taurus]. The traveller who directs his course from Amisus due east, arrives first at Colchis, then at the high lands by the Hyrcanian Sea, afterwards at the road leading to Bactra, and beyond to the Scythians; having the mountains always on the right. The same line drawn through Amisus westward, crosses the Propontis and Hellespont. From Meroe to the Hellespont there are not more than 18,000 stadia. The distance is just the same from the southern extremity of India to the land of Bactria, if we add to the 15,000 stadia of that country the 3000 which its mountains occupy in breadth.
2.1.4
πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθʼ οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθʼ οὓς δὲ καὶ τρισμυρίων· τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν. ἀπίθανον δή που νομίζει τὸ μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας τοὺς τοσοῦτον ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρʼ αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕτως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.
Hipparchus tries to invalidate this view of Eratosthenes, by sneering at the proofs on which it rests. Patrocles, he says, merits little credit, being contradicted by the two writers Deimachus and Megasthenes, who say that the distance taken from the southern ocean, is in some places 20,000, in others 30,000 stadia; that in this assertion they are supported by the ancient charts, and he considers it absurd to require us to put implicit faith in Patrocles alone, when there is so much testimony against him; or that the ancient charts should be corrected; but rather that they should be left as they are until we have something more certain on the subject.
2.1.5
οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δʼ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ διʼ Ἀθηνῶν παραλλήλου λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες; τίνες δὲ οἱ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπʼ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπʼ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά; ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.
This argument, I think, is in many instances unfounded. Eratosthenes availed himself of the statements of many writers, although Hipparchus alleges he was solely led by Patrocles. Who then are the authors of the statement that the southern extremity of India is under the same parallel as Meroe; and who are they who estimate the distance from Meroe to the parallel passing through Athens? Or who, again, were those who asserted that the whole breadth occupied by the mountains was equal to the distance from Cilicia to Amisus? Or who made known that, travelling from Amisus, the course lay in a straight line due east through Colchis, the [sea of] Hyrcania, so on to Bactria, and beyond this to the eastern ocean, the mountains being always on the right hand; and that this same line carried west in a straight line, traverses the Propontis and the Hellespont? These things Eratosthenes advances on the testimony of men who had been on the spot, and from the study of those numerous memoirs which he had for reference in that noble library which Hipparchus himself acknowledges to be gigantic.
2.1.6
καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται, τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῷ τηλικαύτην ἀρχήν, τῶν ἐπακολουθησάντων αὐτῷ, τῶν ἀντιδοξούντων, ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει· οἱ γὰρ κατʼ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν. οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς Ἀλεξάνδρῳ συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ· τὴν δʼ ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.
Besides, the credibility of Patrocles can be proved by a variety of evidence—the princes who confided to him so important trusts—the authors who follow his statements—and those, too, who criticise them, whose names Hipparchus has recorded. Since whenever these are refuted, the credit of Patrocles is by so much advanced. Nor does Patrocles appear to state any thing improbable when he says that the army of Alexander took but a very hasty view of every thing [in India], but Alexander himself a more exact one, causing the whole country to be described by men well acquainted with it. Which description he says was afterwards put into his hands by Xenocles the treasurer.
2.1.7
ἔτι φησὶν ὁ Ἵππαρχος ἐν τῷ δευτέρῳ ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου· ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν. εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλῆς, καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους ἡ διαφορά ἐστι, πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφωνοῦντας ἀλλήλοις, τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισχιλίων;
Again, in the second volume of his Commentaries, Hipparchus accuses Eratosthenes of himself throwing discredit on the statement of Patrocles, on account of his differing with Megasthenes, as to the length of India on its northern side; Megasthenes stating the length at 16,000 stadia, and Patrocles at 1000 less. Being biassed by a certain Itinerary, Eratosthenes was led to reject them both on account of this discrepancy, and to follow the Itinerary. If then merely the difference of 1000 stadia is sufficient to cause the authority of Patrocles to be rejected, how much more should this be the case when we find a difference of 8000 stadia between his statement and that of two writers who agree perfectly in theirs, that the breadth of India is 20,000 stadia, while he gives only 12,000!
2.1.8
Ἐροῦμεν δʼ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ᾐτιάσατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν. οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δʼ ἀπιστοῦμεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον. γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας· τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε. παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν· ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν, ὁ δʼ ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι· διὸ καὶ πιστεύεται θᾶττον.
We reply, that [Eratosthenes] did not object [to the statement of Patrocles] merely because it differed [from that of Megasthenes], but because the statement of this latter as to the stadia was confirmed by the Itinerary, an authority of no mean importance. There is nothing wonderful in this, that though a certain statement may be credible, another may be more credible; and that while in some instances we follow the former, in others we may dissent from it on finding a more trust-worthy guide. It is ridiculous to say that the greater the difference of one writer from others, the less he should be trusted. On the contrary, such a rule would be more applicable in regard to small differences; for in little particulars the ordinary observer and the man of great ability are equally liable to err. On the other hand, in great matters, the ordinary run of men are more like to be deceived than the man of superior talent, to whom consequently in such cases greater deference is paid.
2.1.9
̔́απαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαντες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι, καθʼ ὑπερβολὴν δὲ Δηίμαχος, τὰ δὲ δεύτερα λέγει Μεγασθένης, Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη. καὶ ἡμῖν δʼ ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Ἀλεξάνδρου πράξεις· διαφερόντως δʼ ἀπιστεῖν ἄξιον Δηιμάχῳ τε καὶ Μεγασθένει. οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλμους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους· ἀνεκαίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανομαχίαν, τρισπιθάμους εἰπόντες. οὗτοι δὲ καὶ τοὺς χρυσωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας· περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει, ὅπερ καὶ Ἐρατοσθένης φησίν. ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμβοθρα, ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς Ἀλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν· ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα, ὑφʼ ἧς δή ποτε αἰτίας προαχθέντες. Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος· καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ ἀπίθανοι, οἷς κέχρηται ὁ Ἐρατοσθένης
Generally speaking, the men who hitherto have written on the affairs of India, were a set of liars. Deimachus holds the first place in the list, Megasthenes comes next, while Onesicritus and Nearchus, with others of the same class, manage to stammer out a few words [of truth]. Of this we became the more convinced whilst writing the history of Alexander. No faith whatever can be placed in Deimachus and Megasthenes. They coined the fables concerning men with ears large enough to sleep in, men without any mouths, without noses, with only one eye, with spider-legs, and with fingers bent backward. They renewed Homer’s fable concerning the battles of the Cranes and Pygmies, and asserted the latter to be three spans high. They told of ants digging for gold, of Pans with wedge-shaped heads, of serpents swallowing down oxen and stags, horns and all; meantime, as Eratosthenes has observed, reciprocally accusing each other of falsehood. Both of these men were sent ambassadors to Palimbothra,—Megasthenes to Sandrocottus, Deimachus to Allitrochades his son; and such are the notes of their residence abroad, which, I know not why, they thought fit to leave. Patrocles certainly does not resemble them; nor do any other of the authorities consulted by Eratosthenes contain such absurdities.
2.1.10
εἰ γὰρ ὁ διὰ Ῥόδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς εἴληπται, καὶ ὁ διὰ τῆς Κιλικίας καὶ Ἀμισοῦ ὀρθῶς ἂν εἴη εἰλημμένος· φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται.
If the meridian of Rhodes and Byzantium has been rightly determined to be the same, then that of Cilicia and Amisus has likewise been rightly determined; many observations having proved that the lines are parallel, and that they never impinge on each other.
2.1.11
̔́ο τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν, καὶ τοῖς ἀνέμοις ἐλέγχεται καὶ ὥραις καὶ καρποῖς καὶ ταῖς ἀνατολαῖς αὐταῖς· ὡς δʼ αὕτως καὶ ἡ ἐπὶ τὴν Κασπίαν ὑπέρβασις καὶ ἡ ἐφεξῆς ὁδὸς μέχρι Βάκτρων. πολλαχοῦ γὰρ ἡ ἐνάργεια καὶ τὸ ἐκ πάντων συμφωνούμενον ὀργάνου πιστότερόν ἐστιν, ἐπεὶ καὶ αὐτὸς ὁ Ἵππαρχος τὴν ἀπὸ στηλῶν μέχρι τῆς Κιλικίας γραμμήν, ὅτι ἐστὶν ἐπʼ εὐθείας καὶ ὅτι ἐπὶ ἰσημερινὴν ἀνατολήν, οὐ πᾶσαν ὀργανικῶς καὶ γεωμετρικῶς ἔλαβεν, ἀλλʼ ὅλην τὴν ἀπὸ στηλῶν μέχρι πορθμοῦ τοῖς πλέουσιν ἐπίστευσεν. ὥστʼ οὐδʼ ἐκεῖνο εὖ λέγει τό ἐπειδὴ οὐκ ἔχομεν λέγειν οὔθʼ ἡμέρας μεγίστης πρὸς τὴν βραχυτάτην λόγον οὔτε γνώμονος πρὸς σκιὰν ἐπὶ τῇ παρωρείᾳ τῇ ἀπὸ Κιλικίας μέχρι Ἰνδῶν, οὐδʼ εἰ ἐπὶ παραλλήλου γραμμῆς ἐστιν ἡ λόξωσις ἔχομεν εἰπεῖν, ἀλλʼ ἐᾶν ἀδιόρθωτον, λοξὴν φυλάξαντες, ὡς οἱ ἀρχαῖοι πίνακες παρέχουσι. πρῶτον μὲν γὰρ τὸ μὴ ἔχειν εἰπεῖν ταὐτόν ἐστι τῷ ἐπέχειν, ὁ δʼ ἐπέχων οὐδετέρωσε ῥέπει, ἐᾶν δὲ κελεύων, ὡς οἱ ἀρχαῖοι, ἐκεῖσε ῥέπει. μᾶλλον δʼ ἂν τἀκόλουθον ἐφύλαττεν, εἰ συνεβούλευε μηδὲ γεωγραφεῖν ὅλως· οὐδὲ γὰρ τῶν ἄλλων ὀρῶν τὰς θέσεις, οἷον Ἄλπεων καὶ τῶν Πυρηναίων καὶ τῶν Θρᾳκίων καὶ Ἰλλυρικῶν καὶ Γερμανικῶν, οὕτως ἔχομεν εἰπεῖν. τίς δʼ ἂν ἡγήσαιτο πιστοτέρους τῶν ὑστέρων τοὺς παλαιοὺς τοσαῦτα πλημμελήσαντας περὶ τὴν πινακογραφίαν, ὅσα εὖ διαβέβληκεν Ἐρατοσθένης, ὧν οὐδενὶ ἀντείρηκεν Ἵππαρχος;
In like manner, that the voyage from Amisus to Colchis, and the route to the Caspian, and thence on to Bactra, are both due east, is proved by the winds, the seasons, the fruits, and even the sun-risings. Frequently evidence such as this, and general agreement, are more to be relied on than the measurement taken by means of instruments. Hipparchus himself was not wholly indebted to instruments and geometrical calculations for his statement that the Pillars and Cilicia lie in a direct line due east. For that part of it included between the Pillars and the Strait of Sicily he rests entirely on the assertion of sailors. It is therefore incorrect to say that, because we cannot exactly determine the duration of the longest and shortest days, nor the degree of shadow of the gnomon throughout the mountainous region between Cilicia and India, that therefore we are unable to decide whether the line traced obliquely on the ancient charts should or should not be parallel, and consequently must leave it unreformed, keeping it oblique as the ancient charts have it. For in the first place, not to determine any thing is to leave it undetermined; and to leave a thing undetermined, is neither to take one view of the matter nor the other: but to agree to leave it as the ancients have, that is to take a view of the case. It would have been more consistent with his reasoning, if he had told us to leave Geography alone altogether, since we are similarly unable to determine the position of the Alps, the Pyrenees, and the mountains of Thrace, Illyria, and Germany. Wherefore should we give more credit to the ancient writers than to the modern, when we call to mind the numerous errors of their charts which have been pointed out by Eratosthenes, and which Hipparchus has not attempted to defend.
2.1.12
καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν. ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην, μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ στόμα τὸ κατὰ τὸ Βυζάντιον, ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους, ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν ὀρῶν, ὅσα ἂν συμβαίη ἄτοπα. τὸ πρῶτον μὲν γὰρ εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας, καθάπερ εἴρηκεν Ἵππαρχος πιστεύσας Πυθέᾳ, ὁ δʼ αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῷ διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵππαρχος, δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους, τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανίτιδος ἂν εἴη· τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῷ ὠκεανῷ.
But the system of Hipparchus altogether teems with difficulties. Reflect for an instant on the following absurdity; after admitting that the southern extremity of India is under the same degree of latitude as Meroe, and that the distance from Meroe to the Strait of Byzantium is about 18,000 stadia, lie then makes the distance from the southern extremity of India to the mountains 30,000 stadia. Since Byzantium and Marseilles are under the same parallel of latitude, as Hipparchus tells us they are, on the authority of Pytheas, and since Byzantium and the Dnieper have also the same meridian, as Hipparchus equally assures us, if we take his assertion that there is a distance of 3700 stadia between Byzantium and the Dnieper, there will of course be a like difference between the latitude of Marseilles and the Dnieper. This would make the latitude of the Dnieper identical with that of Keltica next the Ocean; for on proceeding 3700 stadia [north of Marseilles], we reach the ocean.
2.1.13
πάλιν δʼ ἐπεὶ τὴν Κινναμωμοφόρον ἐσχάτην ἴσμεν οἰκουμένην πρὸς μεσημβρίαν, καὶ καθʼ Ἵππαρχον αὐτὸν ὁ διʼ αὐτῆς παράλληλος ἀρχὴ τῆς εὐκράτου καὶ τῆς οἰκουμένης ἐστί, καὶ διέχει τοῦ ἰσημερινοῦ περὶ ὀκτακισχιλίους καὶ ὀκτακοσίους σταδίους· ἐπεὶ οὖν φησὶν ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους καὶ τετρακισχιλίους σταδίους, εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ ὁρίζοντος τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον εἰς τὸν διὰ Βορυσθένους καὶ τῆς Κελτικῆς παρωκεανίτιδος στάδιοι δισμύριοι πεντακισχίλιοι διακόσιοι. ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρκτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὁ ἐπὶ τὴν Ἰέρνην, ἐπέκεινα μὲν οὖσαν τῆς Βρεττανικῆς, ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην, ὥστε τὰ ἐπέκεινα νομίζειν ἀοίκητα. οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πεντακισχιλίων, ὥστε περὶ τρισμυρίους εἶεν ἂν ἢ μικρῷ πλείους οἱ πάντες οἱ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζοντες.
Again, we know that the Cinnamon Country is the most southerly point of the habitable earth. According to Hipparchus’s own statement, the latitude of this country, which marks the commencement of the temperate zone, and likewise of the habitable earth, is distant from the equator about 8800 stadia. And since he likewise says that from the equator to the parallel of the Dnieper there are 34,000 stadia, there will remain a distance of 25,200 stadia between the parallel of the Dnieper (which is the same as that which passes over the side of Keltica next the Ocean) to that which separates the torrid from the temperate zone. It is said that the farthest voyages now made north of Keltica are to Ierne, which lies beyond Britain, and, on account of its extreme cold, barely sustains life; beyond this it is thought to be uninhabitable. Now the distance between Keltica and Ierne is estimated at not more than 5000 stadia; so that on this view they must have estimated the whole breadth of the habitable earth at 30,000 stadia, or just above.
2.1.14
φέρε δὴ ἐπὶ τὴν ἀνταίρουσαν τῇ Κινναμωμοφόρῳ καὶ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου πρὸς ἕω κειμένην ὑποβῶμεν. αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν Ταπροβάνην· ἡ δὲ Ταπροβάνη πεπίστευται σφόδρα ὅτι τῆς Ἰνδικῆς πρόκειται πελαγία μεγάλη νῆσος πρὸς νότον, μηκύνεται δὲ ἐπὶ τὴν Αἰθιοπίαν πλέον ἢ πεντακισχιλίους σταδίους, ὥς φασιν, ἐξ ἧς καὶ ἐλέφαντα κομίζεσθαι πολὺν εἰς τὰ τῶν Ἰνδῶν ἐμπόρια καὶ χελώνεια καὶ ἄλλον φόρτον. ταύτῃ δὴ τῇ νήσῳ πλάτος προστεθὲν τὸ ἀνάλογον τῷ μήκει καὶ δίαρμα τὸ ἐπʼ αὐτὴν ἐκ τῆς Ἰνδικῆς τῶν μὲν τρισχιλίων σταδίων οὐκ ἂν ἔλαττον ποιήσειε διάστημα, ὅσον ἦν τὸ ἀπὸ τοῦ ὅρου τῆς οἰκουμένης εἰς Μερόην, εἴπερ μέλλει τὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τῇ Μερόῃ· πιθανώτερον δʼ ἐστὶ καὶ πλείους τῶν τρισχιλίων τιθέναι. εἰ δὴ τοῦτο προσθείη τις τοῖς τρισμυρίοις, οἷς φησιν ὁ Δηίμαχος μέχρι τῆς εἰς Βακτρίους καὶ Σογδιανοὺς ὑπερθέσεως, ἐκπέσοι ἂν πάντα ταῦτα τὰ ἔθνη τῆς οἰκουμένης καὶ τῆς εὐκράτου. τίς ἂν οὖν θαρρήσειε ταῦτα λέγειν, ἀκούων καὶ τῶν πάλαι καὶ τῶν νῦν τὴν εὐκρασίαν καὶ τὴν εὐκαρπίαν λεγόντων πρῶτον μὲν τὴν τῶν προσβόρρων Ἰνδῶν, ἔπειτα δὲ καὶ τὴν ἐν τῇ Ὑρκανίᾳ καὶ τῇ Ἀρίᾳ καὶ ἐφεξῆς τῇ τε Μαργιανῇ καὶ τῇ Βακτριανῇ; ἅπασαι γὰρ αὗται προσεχεῖς μέν εἰσι τῇ βορείῳ πλευρᾷ τοῦ Ταύρου, καὶ ἥ γε Βακτριανὴ καὶ πλησιάζει τῇ εἰς Ἰνδοὺς ὑπερθέσει, τοσαύτῃ δʼ εὐδαιμονίᾳ κέχρηνται ὥστε πάμπολύ τι ἀπέχειν τῆς ἀοικήτου. ἐν μέν γε τῇ Ὑρκανίᾳ τὴν ἄμπελον μετρητὴν οἴνου φέρειν φασί, τὴν δὲ συκῆν μεδίμνους ἑξήκοντα, τὸν δὲ σῖτον ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεσθαι, ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖσθαι καὶ τῶν φύλλων ἀπορρεῖν μέλι, ὅπερ γίνεσθαι μὲν καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ· ἀλλʼ ἐνταῦθα μὲν οὐκ ἐπʼ ἴσης θαυμαστόν, εἴπερ εἰσὶ νοτιώτεραι τῆς Ὑρκανίας καὶ εὐκρασίᾳ διαφέρουσαι τῆς ἄλλης χώρας· ἐκεῖ δὲ μᾶλλον. ἐν δὲ τῇ Μαργιανῇ τὸν πυθμένα φασὶν εὑρίσκεσθαι τῆς ἀμπέλου πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν. παραπλησίαν δὲ λέγουσι καὶ τὴν Ἀρίαν, εὐοινίᾳ δὲ καὶ ὑπερβάλλειν, ἐν ᾗ γε καὶ εἰς τριγένειαν παραμένειν ἐν ἀπιττώτοις ἄγγεσι τὸν οἶνον· πάμφορον δʼ εἶναι καὶ τὴν Βακτριανὴν πλὴν ἐλαίου, πλησίον τῇ Ἀρίᾳ παρακειμένην.
Let us then transport ourselves to the land opposite the Cinnamon Country, and lying to the east under the same parallel of latitude; we shall there find the country named Taprobane. This Taprobane is universally believed to be a large island situated in the high seas, and lying to the south opposite India. Its length in the direction of Ethiopia is above 5000 stadia, as they say. There are brought from thence to the Indian markets, ivory, tortoise-shells, and other wares in large quantities. Now if this island is broad in proportion to its length, we cannot suppose that the whole distance, inclusive of the space which separates it from India, is less than 3000 stadia, which is equal to the distance of the southern extremity of the habitable earth from Meroe, since the [southern] extremities of India and Meroe are under the same parallel. It is likely there are more than 3000 stadia, but taking this number, if we add thereto the 30,000 stadia, which Deimachus states there are between [the southern extremity of India] and the country of the Bactrians and Sogdians, we shall find both of these nations lie beyond the temperate zone and habitable earth. Who will venture to affirm such to be the case, hearing, as they must, the statement made both by ancients and moderns of the genial climate and fertility of northern India, Hyrcania, Aria, Margiana, and Bactriana also? These countries are all equally close to the northern side of the Taurus, Bactriana being contiguous to that part of the chain which forms the boundary of India. A country blessed with such advantages must be very far from uninhabitable. It is said that in Hyrcania each vine produces a metrete of wine, and each fig tree 60 medimni of fruit. That the grains of wheat which fall from the husk on to the earth spring up the year following; that bee-hives are in the trees, and the leaves flow with honey. The same may be met with in the part of Media called Matiana, and also in Sacasena and Araxena, countries of Armenia. In these three it is not so much to be wondered at, since they lie more to the south than Hyrcania, and surpass the rest of the country in the beauty of their climate; but in Hyrcania it is more remarkable. It is said that in Margiana you may frequently meet with a vine whose stock would require two men with outstretched arms to clasp it, and clusters of grapes two cubits long. Aria is described as similarly fertile, the wine being still richer, and keeping perfectly for three generations in unpitched casks. Bactriana, which adjoins Aria, abounds in the same productions, if we except olives.
2.1.15
εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν, ὅσα ὑψηλὰ καὶ ὀρεινά, οὐδὲν δεῖ θαυμάζειν· καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι, καὶ καθόλου τὰ μετέωρα ἐδάφη, κἂν πεδία ᾖ. τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῷ Εὐξείνῳ πολὺ βορειότερά ἐστι τῶν πρὸς τῷ Ταύρῳ· ἀλλʼ ἡ μὲν Βαγαδανία, πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου, σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι, καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις, τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι. καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥᾳδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν.
That there are cold regions in the high and mountainous parts of these countries is not to be wondered at; since in the [more] southern climates the mountains, and even the tablelands, are cold. The districts next the Euxine, in Cappadocia, are much farther north than those adjoining the Taurus. Bagadania, a vast plain, situated between the mountains of Argaeus and Taurus, hardly produces any fruit trees, although south of the Euxine Sea by 3000 stadia; while the territory round Sinope, Amisus, and Phanaroea abounds in olives.
The Oxus, which divides Bactriana from Sogdiana, is said to be of such easy navigation that the wares of India are brought up it into the sea of Hyrcania, and thence successively by various other rivers to the districts near the Euxine.
2.1.16
τίνʼ οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ Βορυσθένη καὶ τὴν Κελτικὴν τὴν παρωκεανῖτιν; ὅπου μηδὲ φύεται ἄμπελος ἢ μὴ τελεσφορεῖ· ἐν δὲ τοῖς νοτιωτέροις τούτων καὶ ἐπιθαλαττιδίοις καὶ τοῖς κατὰ Βόσπορον τελεσφορεῖ, ἐν μικροκαρπίᾳ δέ, καὶ τοῦ χειμῶνος κατορύττεται. οἱ δὲ πάγοι παρʼ αὐτοῖς τοιοῦτοί τινές εἰσιν ἐπὶ τῷ στόματι τῆς λίμνης τῆς Μαιώτιδος, ὥστʼ ἐν χωρίῳ, ἐν ᾧ χειμῶνος ὁ τοῦ Μιθριδάτου στρατηγὸς ἐνίκησε τοὺς βαρβάρους ἱππομαχῶν ἐπὶ τῷ πάγῳ, τοὺς αὐτοὺς καταναυμαχῆσαι θέρους, λυθέντος τοῦ πάγου. ὁ δʼ Ἐρατοσθένης καὶ τοὐπίγραμμα προφέρεται τὸ ἐν τῷ Ἀσκληπιείῳ τῷ Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ χαλκῇ ὑδρίᾳ διὰ τὸν πάγον εἴ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται οἷα παρʼ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλʼ ἐπίδειγμα χειμῶνος μεγάλου θῆχʼ ἱερεὺς Στρατίος. ὅπου οὖν οὐδὲ τοῖς ἐν Βοσπόρῳ συγκριτέον τὰ ἐν τοῖς διαριθμηθεῖσι τόποις, ἀλλʼ οὐδὲ τοῖς ἐν Ἀμισῷ καὶ Σινώπῃ (καὶ γὰρ ἐκείνων εὐκρατοτέρους ἂν εἴποι τις), σχολῇ γʼ ἂν παραβάλλοιντο τοῖς κατὰ Βορυσθένη καὶ τοῖς ἐσχάτοις Κελτοῖς. μόλις γὰρ ἂν ταυτοκλινεῖς εἶεν τοῖς κατʼ Ἀμισὸν καὶ Σινώπην καὶ Βυζάντιον καὶ Μασσαλίαν, οἳ τοῦ Βορυσθένους καὶ τῶν Κελτῶν ὡμολόγηνται νοτιώτεροι σταδίοις τρισχιλίοις καὶ ἑπτακοσίοις.
Can one find any fertility to compare with this near to the Dnieper, or that part of Keltica next the ocean, where the vine either does not grow at all, or attains no maturity. However, in the more southerly portions of these districts, close to the sea, and those next the Bosphorus, the vine brings its fruit to maturity, although the grapes are exceedingly small, and the vines are covered up all the winter. And in the parts near the mouth of the Palus Maeotis, the frost is so strong that a general of Mithridates defeated the barbarians here in a cavalry engagement during the winter, and on the very same spot in a naval fight in summer, when the ice was thawed. Eratosthenes furnishes us with the following inscription, which he found in the temple of Aesculapius at Panticapaeeon, on a brazen vase which had been broken by the frost:—
If any one doubts the intensity of our winter’s cold, let him believe when he sees this vase. The priest Stratius placed it here, not because he considered it a worthy offering to the god, but as a proof of the severity of our winter.
Since therefore the provinces we have just enumerated [are so superior in climate, that they] cannot be compared with the countries surrounding the Bosphorus, nor even the regions of Amisus and Sinope, (for every one will admit that they are much superior to these latter,) it would be idle to compare them with the districts near the Borysthenes and the north of Keltica; for we have shown that their temperature is not so low as Amisus, Sinope, Byzantium, and Marseilles, which are universally acknowledged to be 3700 stadia south of the Dnieper and Keltica.
2.1.17
οἱ δέ γε περὶ Δηίμαχον τοῖς τρισμυρίοις ἐὰν προσλάβωσι τὸ ἐπὶ τὴν Ταπροβάνην καὶ τοὺς ὅρους τῆς διακεκαυμένης, οὓς οὐκ ἐλάττους τῶν τετρακισχιλίων θετέον, ἐκτοπιοῦσι τά τε Βάκτρα καὶ τὴν Ἀρίαν εἰς τοὺς ἀπέχοντας τόπους τῆς διακεκαυμένης σταδίους τρισμυρίους καὶ τετρακισχιλίους, ὅσους ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ Βορυσθένη φησὶν εἶναι ὁ Ἵππαρχος. ἐκπεσοῦνται ἄρα εἰς τοὺς βορειοτέρους τοῦ Βορυσθένους καὶ τῆς Κελτικῆς σταδίοις ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις, ὅσοις νοτιώτερός ἐστιν ὁ ἰσημερινὸς τοῦ ὁρίζοντος κύκλου τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον, ὅν φαμεν διὰ τῆς Κινναμωμοφόρου μάλιστα γράφεσθαι. ἡμεῖς δέ γε ἐπεδείκνυμεν μέχρι τῆς Ἰέρνης μόλις οἰκήσιμα ὄντα τὰ ὑπὲρ τὴν Κελτικήν, ἅπερ οὐ πλείω τῶν πεντακισχιλίων ἐστίν. οὗτος δʼ ἀποφαίνει ὁ λόγος τῆς Ἰέρνης ἔτι βορειότερον εἶναί τινα κύκλον οἰκήσιμον σταδίοις τρισχιλίοις ὀκτακοσίοις. ἔσται δὲ Βάκτρα καὶ τοῦ στόματος τῆς Κασπίας θαλάττης εἴτε Ὑρκανίας πάμπολύ τι ἀρκτικώτερα, ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ ἑξακισχιλίους σταδίους, καὶ δοκεῖ αὐτῆς τῆς παραλίας μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατόν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς. ἔτι τοίνυν ἡ Βακτριανὴ χίλια στάδια ἐπὶ τὴν ἄρκτον ἐκτείνεται· τὰ δὲ τῶν Σκυθῶν πολὺ μείζω ταύτης ἐπέκεινα χώραν νέμεται, καὶ τελευτᾷ πρὸς τὴν βόρειον θάλατταν, νομαδικῶς μὲν ζῶντα δʼ ὅμως. πῶς οὖν, εἴπερ καὶ αὐτὰ τὰ Βάκτρα ἤδη τῆς οἰκουμένης ἐκπίπτει; εἴη ἂν τὸ διάστημα τοῦτο ἀπὸ τοῦ Καυκάσου μέχρι τῆς βορείας θαλάττης τῇ διὰ Βάκτρων ὀλίγῳ πλειόνων ἢ τετρακισχιλίων. ταῦτα δὴ προστεθέντα τῷ ἀπὸ τῆς Ἰέρνης ἐπὶ τὰ βόρεια σταδιασμῷ ποιεῖ τὸ πᾶν διὰ τῆς ἀοικήτου διάστημα ἐπὶ τοῦ διὰ τῆς Ἰέρνης σταδιασμοῦ σταδίων ἑπτακισχιλίων καὶ ὀκτακοσίων· εἰ δὲ ἐάσειέ τις τοὺς τετρακισχιλίους σταδίους, αὐτά γε τὰ πρὸς τῷ Καυκάσῳ μέρη τῆς Βακτριανῆς ἔσται βορειότερα τῆς Ἰέρνης σταδίοις τρισχιλίοις καὶ ὀκτακοσίοις, τῆς δὲ Κελτικῆς καὶ τοῦ Βορυσθένους ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις.
If the followers of Deimachus add to the 30.000 stadia the distance to Taprobane and the boundaries of the torrid zone, which cannot be reckoned less than 4000 stadia, they will then remove Bactria and Aria from their actual localities and place them 34,000 stadia from the torrid zone, a distance equal to that which Hipparchus states to be between the equator and [the mouth of] the Dnieper, and the two countries will therefore be removed 8800 stadia north of [the mouth of] the Dnieper and Keltica; for there are reckoned to be 8800 stadia from the equator to the parallel of latitude which separates the temperate from the torrid zone, and which crosses the Cinnamon Country. We have proved that the regions not more than 5000 stadia north of Keltica, as far as Ierne, are scarcely habitable, but their reasoning leads to the conclusion that there is another circle fitted for the habitation of man, although 3800 stadia north of Ierne. And that Bactra is still farther north than the mouth of the Caspian or Hyrcanian Sea, which is distant about 6000 stadia from the recess of the Caspian and the mountains of Armenia and Media, and which appears to be the most northerly point of the whole coast as far as India, with a sea navigable to India all the way, as Patrocles, who had the government of these regions, affirms. Now Bactriana stretches 1000 stadia farther north. Beyond this the Scythians occupy a much larger territory, bounded by the Northern Ocean: here they dwell, though to be sure theirs is a nomade life. But we ask how they could exist here at all, supposing even Bactra to be beyond the limits of the habitable globe. The distance from the Caucasus to the Northern Sea through Bactra would be rather more than 4000 stadia. This being added to the number of stadia north of Ierne above-mentioned, will give us the whole amount of uninhabitable land from Ierne northward 7800 stadia, and even omitting the 4000 stadia altogether, those parts of Bactriana next the Caucasus will still be 3800 stadia farther north than Ierne, and 8800 farther north than Keltica, and [the mouth] of the Dnieper.
2.1.18
φησὶ δὲ ὁ Ἵππαρχος κατὰ τὸν Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν, ταῖς δὲ χειμεριναῖς τροπαῖς πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις ἐννέα, ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξακισχιλίοις καὶ τριακοσίοις (οὓς ἐκεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει, ἐγὼ δʼ οἶμαι Βρεττανοὺς εἶναι, βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πεντακοσίοις) πολὺ μᾶλλον τοῦτο συμβαίνειν. ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετεωρίζεται πήχεις ἕξ, τέτταρας δʼ ἐν τοῖς ἀπέχουσι Μασσαλίας ἐνακισχιλίους σταδίους καὶ ἑκατόν, ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέκεινα, οἳ κατὰ τὸν ἡμέτερον λόγον πολὺ ἂν εἶεν ἀρκτικώτεροι τῆς Ἰέρνης. οὗτος δὲ Πυθέᾳ πιστεύων κατὰ τὰ ἀρκτικώτερα τῆς Βρεττανικῆς τὴν οἴκησιν ταύτην τίθησι, καί φησιν εἶναι τὴν μακροτάτην ἐνταῦθα ἡμέραν ὡρῶν ἰσημερινῶν δέκα ἐννέα, ὀκτωκαίδεκα δὲ ὅπου τέτταρας ὁ ἥλιος μετεωρίζεται πήχεις· οὕς φησιν ἀπέχειν τῆς Μασσαλίας ἐνακισχιλίους καὶ ἑκατὸν σταδίους, ὥσθʼ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι τούτων εἰσίν. ἤτοι οὖν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου εἰσὶ τοῖς πρὸς τῷ Καυκάσῳ Βακτρίοις ἢ ἐπί τινος πλησιάζοντος· εἴρηται γὰρ ὅτι κατὰ τοὺς περὶ Δηίμαχον συμβήσεται βορειοτέρους εἶναι τῆς Ἰέρνης τοὺς πρὸς τῷ Καυκάσῳ Βακτρίους σταδίοις τρισχιλίοις ὀκτακοσίοις· προστεθέντων δὲ τούτων τοῖς ἀπὸ Μασσαλίας εἰς Ἰέρνην, γίνονται μύριοι δισχίλιοι πεντακόσιοι. τίς οὖν ἱστόρηκεν ἐν τοῖς ἐκεῖ τόποις (λέγω δὲ τοῖς περὶ Βάκτρα) τοῦτο τὸ μῆκος τῶν μεγίστων ἡμερῶν ἢ τὸ ἔξαρμα τοῦ ἡλίου τὸ κατὰ τὰς μεσουρανήσεις ἐν ταῖς χειμεριναῖς τροπαῖς; ὀφθαλμοφανῆ γὰρ πάντα ταῦτα ἰδιώτῃ καὶ οὐ δεόμενα μαθηματικῆς σημειώσεως, ὥστε συνέγραψαν ἂν πολλοὶ καὶ τῶν παλαιῶν τῶν τὰ Περσικὰ ἱστορούντων καὶ τῶν ὕστερον μέχρι καὶ εἰς ἡμᾶς. πῶς δʼ ἂν ἡ λεχθεῖσα εὐδαιμονία τῶν τόπων ὡμολόγητο τοῖς τοιούτοις ἐν τῷ οὐρανῷ φαινομένοις; ἐκ δὲ τῶν εἰρημένων δῆλον ὡς καὶ σοφῶς ἀντιλέγει πρὸς τὴν ἀπόδειξιν, ὡς ἰσοδυναμούντων τῶν ζητουμένων λαμβάνοντος πρὸς τὸ ἀποδεῖξαι τὸ ζητούμενον.
Hipparchus narrates that at the Dnieper and [the north of] Keltica, during the whole of the summer nights there is one continued twilight from sun-set to sun-rise, but at the winter solstice the sun never rises more than nine cubits above the horizon. He adds that this phenomenon is yet more remarkable in regions 6300 stadia north of Marseilles, (these regions he supposes to be peopled by Kelts, but I believe are inhabited by Britons, and 2500 stadia north of Keltica,) where the sun at the winter solstice rises only six cubits above the horizon. That at 9100 stadia north of Marseilles it only rises four cubits, and not so much as three in the countries beyond, and which I consider much farther north than Ierne. However, Hipparchus, on the authority of Pytheas, places them south of Britain, and says that the longest day there consists only of 19 hours; while in countries where the sun rises but four cubits above the horizon, and which are situated 9100 stadia north of Marseilles, the day has 18 hours. Consequently [according to his hypothesis] the most southerly parts of Britain must be north of these regions. They must therefore be under the same parallel, or almost the same, as the parts of Bactriana next to the Caucasus, which I have shown are, according to the followers of Deimachus, 3800 stadia farther north than Ierne. Now if we add this to the number between Marseilles and Ierne, we shall get 12,500 stadia. But who ever made known to us that, in those parts, I mean, in the vicinity of Bactra, this was the duration of the longest day, or the height which the sun attains in the meridian at the winter solstice? All these things are patent to the eyes of every man, and require no mathematical investigation; therefore they certainly would have been mentioned by numerous writers both amongst the ancients who have left us histories of Persia, and by the later writers too, who have carried them down to our own time. How, too, would their fertility, which I have described above, harmonize with such a latitude? The facts here advanced are sufficient to give an idea of the learned manner in which Hipparchus attempts to controvert the reasoning of Eratosthenes by mere petitiones principii.
2.1.19
πάλιν δʼ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου καὶ ἄπειρον τῶν τοιούτων· οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν, Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν· μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν· ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι· τό τε γὰρ τὴν φθινοπωρινὴν τῆς ἐαρινῆς διαφέρειν οἴεσθαι κατὰ τὴν διάστασιν τὴν πρὸς τὰς τροπὰς ἀμαθές, τοῦ τε κύκλου τοῦ αὐτοῦ ὄντος καὶ τῆς ἀνατολῆς· τοῦ τε διαστήματος τοῦ ἐπὶ τῆς γῆς τροπικοῦ ἀπὸ τοῦ ἰσημερινοῦ, ὧν μεταξὺ τίθησι τὴν Ἰνδικὴν ἐκεῖνος, δειχθέντος ἐν τῇ ἀναμετρήσει πολὺ ἐλάττονος τῶν δισμυρίων σταδίων, συμβῆναι ἂν καὶ κατʼ αὐτὸν ἐκεῖνον, ὅπερ αὐτὸς νομίζει, οὐχ ὃ ἐκεῖνος· δυεῖν μὲν γὰρ ἢ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν μεταξὺ τοσούτου διαστήματος, ὅσων δʼ αὐτὸς εἴρηκε, πεσεῖν ἄν· τῆς δʼ αὐτῆς ἀγνοίας εἶναι καὶ τὸ μηδαμοῦ τῆς Ἰνδικῆς ἀποκρύπτεσθαι φάσκειν τὰς ἄρκτους μηδὲ τὰς σκιὰς ἀντιπίπτειν, ὅτε γε καὶ πεντακισχιλίους προελθόντι ἀπʼ Ἀλεξανδρείας εὐθὺς συμβαίνειν ἄρχεται· ταῦτα δὴ εἰπόντος, εὐθύνει πάλιν οὐκ εὖ ὁ Ἵππαρχος, πρῶτον ἀντὶ τοῦ χειμερινοῦ τροπικοῦ τὸν θερινὸν δεξάμενος, εἶτʼ οὐκ οἰόμενος δεῖν μάρτυρι χρῆσθαι τῶν μαθηματικῶν ἀναστρολογήτῳ ἀνθρώπῳ, ὥσπερ τοῦ Ἐρατοσθένους προηγουμένως τὴν ἐκείνου μαρτυρίαν ἐγκρίνοντος, ἀλλʼ οὐ κοινῷ τινι ἔθει χρωμένου πρὸς τοὺς ματαιολογοῦντας. εἷς γάρ τις τῶν πρὸς τοὺς ματαίως ἀντιλέγοντας ἐλέγχων ἐστίν, ὅταν αὐτὴν τὴν ἐκείνων ἀπόφασιν, ὁποία ποτέ ἐστι, δείξωμεν ἡμῖν συνηγοροῦσαν.
Again, Eratosthenes wished to show the ignorance of Deimachus, and his want of information concerning such matters, as proved by his assertion that India lies between the autumnal equinox and winter tropic. Also in his blaming Megasthenes, where he says that in the southern parts of India the Greater and Lesser Bear are seen to set, and the shadows to fall both ways; assuring us that such is not the case in India. These assertions, says Eratosthenes, arise from the ignorance of Deimachus. For it is nothing else than ignorance to suppose that the autumnal equinox is not equally distant from the tropics with the vernal; since in both equinoxes the sun rises at the same point, and performs a similar revolution. Further, [he continues,] the distance from the terrestrial tropic to the equator, between which, according to Deimachus himself, India is situated, has been proved by measurement to be much less than 20,000 stadia, consequently his own statements prove that my assertion is correct, and not his. For supposing India to be twenty or thirty thousand stadia [in breadth] it could not be contained in the given space, but if my estimate be taken it is simple enough. It is another evidence of his want of information, to say that the two Bears are not seen to set, or the shadows to fall both ways, in any part of India, since 5000 stadia south of Alexandria both of these phenomena are observable. Thus reasons Eratosthenes; whom Hipparchus again criticises in the same mistaken way. First he substitutes [in the text of Deimachus] the summer in place of the winter tropic; then he says that the evidence of a man ignorant of astronomy ought not to be received in a mathematical question; as if Eratosthenes in the main had actually been guided by the authority of Deimachus. Could he not see that Eratosthenes had followed the general custom in regard to idle reasoners, one means of refuting whom is to show that their arguments, whatever they may be, go only to confirm our views.
2.1.20
νυνὶ μὲν οὖν ὑποθέμενοι τὰ νοτιώτατα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην, ὅπερ εἰρήκασι πολλοὶ καὶ πεπιστεύκασιν, ἐπεδείξαμεν τὰ συμβαίνοντα ἄτοπα. ἐπεὶ δὲ ὁ Ἵππαρχος οὐδὲν ἀντειπὼν τῇ ὑποθέσει ταύτῃ νυνὶ μετὰ ταῦτα ἐν τῷ δευτέρῳ ὑπομνήματι οὐ συγχωρεῖ, σκεπτέον καὶ τοῦτον τὸν λόγον. φησὶ τοίνυν ἀνταιρόντων ἀλλήλοις ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένων, ἐπειδὰν τὸ μεταξὺ ᾖ μέγα διάστημα, μὴ δύνασθαι γνωσθῆναι αὐτὸ τοῦτο ὅτι εἰσὶν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου οἱ τόποι, ἄνευ τῆς τῶν κλιμάτων συγκρίσεως τῆς κατὰ θάτερον τὸν τόπον. τὸ μὲν οὖν κατὰ Μερόην κλίμα Φίλωνά τε τὸν συγγράψαντα τὸν εἰς Αἰθιοπίαν πλοῦν ἱστορεῖν, ὅτι πρὸ πέντε καὶ τετταράκοντα ἡμερῶν τῆς θερινῆς τροπῆς κατὰ κορυφὴν γίνεται ὁ ἥλιος, λέγειν δὲ καὶ τοὺς λόγους τοῦ γνώμονος πρός τε τὰς τροπικὰς σκιὰς καὶ τὰς ἰσημερινάς, αὐτόν τε Ἐρατοσθένη συμφωνεῖν ἔγγιστα τῷ Φίλωνι, τὸ δʼ ἐν τῇ Ἰνδικῇ κλίμα μηδένα ἱστορεῖν, μηδʼ αὐτὸν Ἐρατοσθένη. εἰ δὲ δὴ καὶ αἱ ἄρκτοι ἐκεῖ ἀμφότεραι, ὡς οἴεται, ἀποκρύπτονται, πιστεύων τοῖς περὶ Νέαρχον, μὴ δυνατὸν εἶναι ἐπὶ ταὐτοῦ παραλλήλου κεῖσθαι τήν τε Μερόην καὶ τὰ ἄκρα τῆς Ἰνδικῆς. εἰ μὲν τοίνυν περὶ τῶν ἄρκτων ἀμφοτέρων ὅτι ἀποκρύπτονται συναποφαίνεται τοῖς εἰποῦσιν Ἐρατοσθένης, πῶς περὶ τοῦ ἐν τῇ Ἰνδικῇ κλίματος οὐδεὶς ἀποφαίνεται, οὐδʼ αὐτὸς Ἐρατοσθένης; οὗτος γὰρ ὁ λόγος περὶ τοῦ κλίματός ἐστιν. εἰ δʼ οὐ συναποφαίνεται, ἀπηλλάχθω τῆς αἰτίας. οὐ συναποφαίνεται δέ γε, ἀλλὰ τοῦ Δηιμάχου φήσαντος μηδαμοῦ τῆς Ἰνδικῆς μήτʼ ἀποκρύπτεσθαι τὰς ἄρκτους μήτʼ ἀντιπίπτειν τὰς σκιάς, ἅπερ ὑπείληφεν ὁ Μεγασθένης, ἀπειρίαν αὐτοῦ καταγιγνώσκει, τὸ συμπεπλεγμένον νομίζων ψεῦδος, ἐν ᾧ ὁμολογουμένως καὶ κατʼ αὐτὸν τὸν Ἵππαρχον τό γε μὴ ἀντιπίπτειν τὰς σκιὰς ψεῦδος ἐμπέπλεκται. καὶ γὰρ εἰ μὴ τῇ Μερόῃ ἀνταίρει, τῆς γε Συήνης νοτιώτερα εἶναι τὰ ἄκρα τῆς Ἰνδικῆς συγχωρῶν φαίνεται.
It is by assuming as a fact that the southern extremity of India is under the same parallel as Meroe, a thing affirmed and believed by most writers, that we shall be best able to show the absurdities of the system of Hipparchus. In the first book of his Commentaries he does not object to this hypothesis, but in the second book he no longer admits it; we must examine his reasons for this. He says, when two countries are situated under the same parallel, but separated by a great distance, you cannot be certain that they are exactly under the same parallel, unless the climata of both the places are found to be similar. Now Philo, in his account of a voyage by sea to Ethiopia, has given us the clima of Meroe. He says that at that place the sun is vertical forty-five days before the summer solstice, he also informs us of the proportion of shadow thrown by the gnomon both at the equinoxes and solstices. Eratosthenes agrees almost exactly with Philo. But not a single writer, not even Eratosthenes, has informed us of the clima of India; but if it is the case, as many are inclined to believe on the authority of Nearchus, that the two Bears are seen to set in that country, then certainly Meroe and the southern extremity of India cannot be under the same parallel. [Such is the reasoning of Hipparchus, but we reply,] If Eratosthenes confirms the statement of those authors who tell us that in India the two Bears are observed to set, how can it be said that not a single person, not even Eratosthenes, has informed us of any thing concerning the clima of India? This is itself information on that point. If, however, he has not confirmed this statement, let him be exonerated from the error. Certain it is he never did confirm the statement. Only when Deimachus affirmed that there was no place in India from which the two Bears might be seen to set, or the shadows fall both ways, as Megasthenes had asserted, Eratosthenes thereupon taxed him with ignorance, regarding as absolutely false this two-fold assertion, one half of which, namely, that concerning the shadows not falling both ways, Hipparchus himself acknowledged to be false; for if the southern extremity of India were not under the same parallel as Meroe, still Hipparchus appears to have considered it south of Syene.
2.1.21
καὶ ἐν τοῖς ἑξῆς δὲ περὶ τῶν αὐτῶν ἐπιχειρῶν ἢ ταὐτὰ λέγει τοῖς ἐξελεγχθεῖσιν ὑφʼ ἡμῶν, ἢ λήμμασι προσχρῆται ψευδέσιν, ἢ ἐπιφέρει τὸ μὴ ἀκολουθοῦν. οὔτε γὰρ τῷ ἀπὸ Βαβυλῶνος εἰς Θάψακον εἶναι σταδίους τετρακισχιλίους ὀκτακοσίους, ἐντεῦθεν δὲ πρὸς τὴν ἄρκτον ἐπὶ τὰ Ἀρμένια ὄρη χιλίους ἑκατόν, ἀκολουθεῖ τὸ ἀπὸ Βαβυλῶνος ἐπὶ τοῦ διʼ αὐτῆς μεσημβρινοῦ ἐπὶ τὰ ἀρκτικὰ ὄρη πλείους εἶναι τῶν ἑξακισχιλίων· οὔτε τὸ ἀπὸ Θαψάκου ἐπὶ τὰ ὄρη χιλίων καὶ ἑκατόν φησιν Ἐρατοσθένης, ἀλλʼ εἶναί τι λοιπὸν ἀκαταμέτρητον, ὥσθʼ ἡ ἑξῆς ἔφοδος ἐκ μὴ διδομένου λήμματος οὐκ ἂν ἐπεραίνετο· οὔτʼ ἀπεφήνατο οὐδαμοῦ Ἐρατοσθένης τὴν Θάψακον τῆς Βαβυλῶνος πρὸς ἄρκτους κεῖσθαι πλείοσιν ἢ τετρακισχιλίοις καὶ πεντακοσίοις σταδίοις.
In the instances which follow, Hipparchus, treating of these subjects, either asserts things similar to those which we have already refuted, or takes for granted matters which are not so, or draws improper sequences. For instance, from the computation [of Eratosthenes] that the distance from Babylon to Thapsacus is 4800 stadia, and thence northward to the mountains of Armenia 2100 stadia more, it does not follow that, starting from the meridian of that city, the distance to the northern mountains is above 6000 stadia. Besides, Eratosthenes never says that the distance from Thapsacus to these mountains is 2100 stadia, but that a part thereof has never yet been measured; so that this argument [of Hipparchus], founded on a false hypothesis, amounts to nothing. Nor (lid Eratosthenes ever assert that Thapsacus lies more than 4500 stadia north of Babylon.
2.1.22
̔εξῆς δὲ συνηγορῶν ἔτι τοῖς ἀρχαίοις πίναξιν οὐ τὰ λεγόμενα ὑπὸ τοῦ Ἐρατοσθένους προφέρεται περὶ τῆς τρίτης σφραγῖδος, ἀλλʼ ἑαυτῷ κεχαρισμένως πλάττει τὴν ἀπόφασιν πρὸς ἀνατροπὴν εὐφυῆ. ὁ μὲν γὰρ ἀκολουθῶν τῇ θέσει τῇ προειρημένῃ τοῦ τε Ταύρου καὶ τῆς ἀπὸ στηλῶν θαλάττης, διελὼν τῇ γραμμῇ ταύτῃ τὴν οἰκουμένην δίχα καὶ καλέσας τὸ μὲν βόρειον μέρος τὸ δὲ νότιον, πειρᾶται τούτων ἑκάτερον τέμνειν πάλιν εἰς τὰ δυνατὰ μέρη· καλεῖ δὲ ταῦτα σφραγῖδας. καὶ δὴ τοῦ νοτίου μέρους πρώτην εἰπὼν σφραγῖδα τὴν Ἰνδικήν, δευτέραν δὲ τὴν Ἀριανήν, ἐχούσας τι εὐπερίγραφον, ἴσχυσεν ἀμφοτέρων ἀποδοῦναι καὶ μῆκος καὶ πλάτος, τρόπον δέ τινα καὶ σχῆμα, ὡς ἂν γεωμετρικός. τὴν μὲν γὰρ Ἰνδικὴν ῥομβοειδῆ φησι διὰ τὸ τῶν πλευρῶν τὰς μὲν θαλάττῃ κλύζεσθαι τῇ τε νοτίῳ καὶ τῇ ἑῴᾳ, μὴ πάνυ κολπώδεις ᾐόνας ποιούσαις, τὰς δὲ λοιπὰς τὴν μὲν τῷ ὄρει τὴν δὲ τῷ ποταμῷ, κἀνταῦθα τοῦ εὐθυγράμμου σχήματος ὑπό τι σωζομένου· τὴν δʼ Ἀριανὴν ὁρῶν τάς γε τρεῖς πλευρὰς ἔχουσαν εὐφυεῖς πρὸς τὸ ἀποτελέσαι παραλληλόγραμμον σχῆμα, τὴν δʼ ἑσπέριον οὐκ ἔχων σημείοις ἀφορίσαι διὰ τὸ ἐπαλλάττειν ἀλλήλοις τὰ ἔθνη, γραμμῇ τινι ὅμως δηλοῖ τῇ ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὰ ἄκρα τῆς Καρμανίας τελευτώσῃ τὰ συνάπτοντα πρὸς τὸν Περσικὸν κόλπον. ἑσπέριον μὲν οὖν καλεῖ τοῦτο τὸ πλευρόν, ἑῷον δὲ τὸ παρὰ τὸν Ἰνδόν, παράλληλα δʼ οὐ λέγει· οὐδὲ τὰ λοιπά, τό τε τῷ ὄρει γραφόμενον καὶ τὸ τῇ θαλάττῃ, ἀλλὰ μόνον τὸ μὲν βόρειον τὸ δὲ νότιον.
Again, Hipparchus, ever anxious to defend the [accuracy of the] ancient charts, instead of fairly stating the words of Eratosthenes concerning his third section of the habitable earth, wilfully makes him the author of an assertion easy of disproof. For Eratosthenes, following the opinion we before mentioned, that a line drawn from the Pillars of Hercules across the Mediterranean, and the length of the Taurus, would run due west and east, divides, by means of this line, the habitable earth into two portions, which he calls the northern and southern divisions; each of these he again essays to subdivide into as many smaller partitions as practicable, which he denominates sections. He makes India the first section of the southern part, and Ariana the second; these two countries possessing a good outline, he has been able not only to give us an accurate statement of their length and breadth, but an almost geometrically exact description of their figure. He tells us that the form of India is rhomboidal, being washed on two of its sides by the southern and eastern oceans [respectively], which do not deeply indent its shores, The two remaining sides are contained by its mountains and the river [Indus], so that it presents a kind of rectilinear figure. As to Ariana, he considered three of its sides well fitted to form a parallelogram; but of the western side he could give no regular definition, as it was inhabited by various nations; nevertheless he attempts an idea of it by a line drawn from the Caspian Gates to the limits of Carmania, which border on the Persian Gulf. This side he calls western, and that next the Indus eastern, but he does not tell us they are parallel to each other; neither does he say this of the other sides, one bounded by the mountains, and the other by the sea; he simply calls them north and south.
First 22 of 42 passages. Read on
Translations (2)
- The Geography of Strabo — Hans Claude Hamilton & William Falconer 1854, English
- Ancient India as Described in Classical Literature (Strabo, book 15) — John Watson McCrindle 1901, English
Linked texts (1)
- The Classical Doctrine of Indian Medicine: Its Origins and its Greek Parallels — Jean Filliozat, English